1 Corinthians 16

Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. κατὰ μίαν
 σαββάτου = WH Treg NA/NIV: || σαββάτων = RP
σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων τι
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
ὅταν δὲ παραγένωμαι, οὓς
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
ἐὰν δὲ
 ἄξιον ᾖ = WH Treg NA/NIV: || ᾖ ἄξιον = RP
ἄξιον ᾖ ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.

Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, πρὸς ὑμᾶς δὲ τυχὸν
 παραμενῶ = Treg NA/NIV RP: || καταμενῶ = WH
παραμενῶ
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν κύριος
 ἐπιτρέψῃ = WH Treg NA/NIV: || ἐπιτρέπῃ = RP
ἐπιτρέψῃ.
 ἐπιμενῶ = Treg NA/NIV RP: || ἐπιμένω = WH
ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς
 κἀγώ = NA/NIV Treg RP: || ἐγώ = WH
κἀγώ·
11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός
 με = WH NA/NIV RP: || ἐμέ = Treg
με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ
 ὑμέτερον = WH Treg NA/NIV: || ὑμῶν = RP
ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας.
 ἀσπάζεται = WH NA/NIV: || ἀσπάζονται = Treg RP
ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ
 Πρίσκα = WH Treg NA/NIV: || Πρίσκιλλα = RP
Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21  ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν
 κύριον = WH Treg NA/NIV: || κύριον Ἰησοῦν Χριστόν = RP
κύριον, ἤτω ἀνάθεμα.
 Μαράνα θά = NA/NIV: || Μαρὰν ἀθά = WH Treg RP
Μαράνα θά ⸃.
23  χάρις τοῦ κυρίου
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ μεθ᾽ ὑμῶν.
24  ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Ἀμήν = RP
Ἰησοῦ.

Copyright information for SBLG