1 Corinthians 5

Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς
 ἔθνεσιν = WH Treg NA/NIV: || ἔθνεσιν ὀνομάζεται = RP
ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα
 ἀρθῇ = WH Treg NA/NIV: || ἐξαρθῇ = RP
ἀρθῇ ἐκ μέσου ὑμῶν τὸ ἔργον τοῦτο
 ποιήσας = Treg RP: || πράξας = WH NA/NIV
ποιήσας;

Ἐγὼ μὲν γάρ,
 ἀπὼν = WH Treg NA/NIV: || ὡς ἀπὼν = RP
ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ,
παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ
 κυρίου = WH NA/NIV: || κυρίου Ἰησοῦ = Treg RP
κυρίου.

Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν ὑπὲρ ἡμῶν = RP
ἡμῶν ἐτύθη Χριστός·
ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 
 οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου τοῖς πλεονέκταις
 καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ ἅρπαξιν εἰδωλολάτραις, ἐπεὶ
 ὠφείλετε = WH Treg NA/NIV: || ὀφείλετε = RP
ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος πλεονέκτης εἰδωλολάτρης λοίδορος μέθυσος ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ
 μοι = WH Treg NA/NIV: || μοι καί = RP
μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
13 τοὺς δὲ ἔξω θεὸς
 κρίνει = WH Treg: || κρινεῖ = NA/NIV RP
κρίνει;
 ἐξάρατε = WH Treg NA/NIV: || Καί ἐξαρεῖτε = RP
ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Copyright information for SBLG