1 Peter 3

1
 Ὁμοίως = WH Treg: || Ὁμοίως αἱ = NA/NIV RP
Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3ὧν ἔστω οὐχ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἐνδύσεως ἱματίων κόσμος, 4ἀλλ᾽ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ
 πραέως καὶ ἡσυχίου = Treg NA/NIV RP: || ἡσυχίου καὶ πραέως = WH
πραέως καὶ ἡσυχίου ⸃ πνεύματος, ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι
 εἰς = WH Treg NA/NIV: || ἐπὶ = RP
εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6ὡς Σάρρα
 ὑπήκουσεν = Treg NA/NIV RP: || ὑπήκουεν = WH
ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ
 συγκληρονόμοις = WH Treg NA/NIV: || συγκληρονόμοι = RP
συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι,
 ταπεινόφρονες = WH Treg NA/NIV: || φιλόφρονες = RP
ταπεινόφρονες,
9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ
 εὐλογοῦντες = WH Treg NA/NIV: || εὐλογοῦντες εἰδότες = RP
εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
10 γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν
 γλῶσσαν = WH Treg NA/NIV: || γλῶσσαν αὐτοῦ = RP
γλῶσσαν ἀπὸ κακοῦ καὶ
 χείλη = WH Treg NA/NIV: || χείλη αὐτοῦ = RP
χείλη τοῦ μὴ λαλῆσαι δόλον,
11ἐκκλινάτω
 δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
12ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

13Καὶ τίς κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ
 ζηλωταὶ = WH Treg NA/NIV: || μιμηταὶ = RP
ζηλωταὶ γένησθε;
14ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15κύριον δὲ τὸν
 Χριστὸν = WH Treg NA/NIV: || θεὸν = RP
Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν,
 ἕτοιμοι = WH Treg NA/NIV: || ἕτοιμοι δὲ = RP
ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
16
 ἀλλὰ = WH Treg NA/NIV: || [omit] = RP
ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν
 καταλαλεῖσθε = WH NA/NIV: || καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν = Treg RP
καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν κακοποιοῦντας. 18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν
 ἔπαθεν = RP NA: || ἀπέθανεν = WH Treg NIV
ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα
 ὑμᾶς = WH NA/NIV RP: || ἡμᾶς = Treg
ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
19ἐν καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν
 ὀλίγοι = WH Treg NA/NIV: || ὀλίγαι = RP
ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος.
21
 καὶ ὑμᾶς ἀντίτυπον νῦν = WH Treg NA/NIV: || ἀντίτυπον νῦν καὶ ἡμᾶς = RP
καὶ ὑμᾶς ἀντίτυπον νῦν ⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22ὅς ἐστιν ἐν
 δεξιᾷ = WH Treg: || δεξιᾷ τοῦ = NA/NIV RP
δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Copyright information for SBLG