1 Peter 5

Πρεσβυτέρους
 οὖν = WH Treg NA/NIV: || τοὺς = RP
οὖν ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ,
 ἐπισκοποῦντες = Treg NA/NIV RP: || [omit] = WH
ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως
 κατὰ θεόν = Treg NA/NIV: || [omit] = WH RP
κατὰ θεόν ⸃, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ
 ἀλλήλοις = WH Treg NA/NIV: || ἀλλήλοις ὑποτασσόμενοι = RP
ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν
 τινα = NA/NIV: || τίνα = RP; || [omit] = WH Treg
τινα
 καταπιεῖν = WH Treg NA/NIV: || καταπίῃ = RP
καταπιεῖν·
ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10  δὲ θεὸς πάσης χάριτος, καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν
 Χριστῷ = WH NIV: || Χριστῷ Ἰησοῦ = Treg RP NA
Χριστῷ, ὀλίγον παθόντας αὐτὸς
 καταρτίσει = WH Treg NA/NIV: || καταρτίσαι ὑμᾶς = RP
καταρτίσει, στηρίξει, σθενώσει,
 θεμελιώσει = NA/NIV RP: || [omit] = WH Treg
θεμελιώσει.
11 
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ ἡ δόξα καὶ = RP
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας
 τῶν αἰώνων = Treg NIV RP: || [omit] = WH NA
τῶν αἰώνων ⸃· ἀμήν.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν
 στῆτε = WH Treg NA/NIV: || ἑστήκατε = RP
στῆτε.
13 ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν
 Χριστῷ = WH Treg NA/NIV: || Χριστῷ Ἰησοῦ ἀμήν = RP
Χριστῷ.

Copyright information for SBLG