1 Thessalonians 5

1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, 2αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε
 ὅτι = WH Treg NA/NIV: || ὅτι ἡ = RP
ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3
 ὅταν = WH Treg NA/NIV: || ὅταν γὰρ = RP
ὅταν λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡμέρα ὑμᾶς ὡς
 κλέπτης = Treg NA/NIV RP: || κλέπτας = WH
κλέπτης καταλάβῃ,
5πάντες
 γὰρ = WH Treg NA/NIV: || [omit] = RP
γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
6ἄρα οὖν μὴ καθεύδωμεν
 ὡς = WH Treg NA/NIV: || ὡς καὶ = RP
ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· 9ὅτι οὐκ ἔθετο ἡμᾶς θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10τοῦ ἀποθανόντος
 περὶ = WH Treg: || ὑπὲρ = NA/NIV RP
περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.

12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, 13καὶ ἡγεῖσθαι αὐτοὺς
 ὑπερεκπερισσοῦ = WH NA/NIV RP: || ὑπερεκπερισσῶς = Treg
ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν
 ἑαυτοῖς = WH NA/NIV RP: || αὐτοῖς = Treg
ἑαυτοῖς.
14παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν
 διώκετε = WH Treg: || διώκετε καὶ = NA/NIV RP
διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
16πάντοτε χαίρετε, 17ἀδιαλείπτως προσεύχεσθε, 18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19τὸ πνεῦμα μὴ σβέννυτε, 20προφητείας μὴ ἐξουθενεῖτε· 21πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, 22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23Αὐτὸς δὲ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24πιστὸς καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25Ἀδελφοί,
 προσεύχεσθε = Treg RP: || προσεύχεσθε καὶ = WH NA/NIV
προσεύχεσθε περὶ ἡμῶν.
26ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27
 ἐνορκίζω = WH Treg NA/NIV: || Ὁρκίζω = RP
ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν
 τοῖς = WH Treg NA/NIV: || τοῖς ἁγίοις = RP
τοῖς ἀδελφοῖς.
28 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν Ἀμήν = RP
ὑμῶν.

Copyright information for SBLG