1 Timothy 2

Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
 τοῦτο = WH Treg NA/NIV: || τοῦτο γὰρ = RP
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν
 λέγω = WH Treg NA/NIV: || λέγω ἐν Χριστῷ = RP
λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ
 διαλογισμοῦ = Treg NA/NIV RP: || διαλογισμῶν = WH
διαλογισμοῦ.
ὡσαύτως
 καὶ = Treg NA/NIV: || [omit] = WH; || καὶ τὰς = RP
καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν
 καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ
 χρυσίῳ = WH NA/NIV: || χρυσῷ = Treg RP
χρυσίῳ μαργαρίταις ἱματισμῷ πολυτελεῖ,
10 ἀλλ᾽ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 
 διδάσκειν δὲ γυναικὶ = WH Treg NA/NIV: || Γυναικὶ δὲ διδάσκειν = RP
διδάσκειν δὲ γυναικὶ ⸃ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ.
13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, δὲ γυνὴ
 ἐξαπατηθεῖσα = WH Treg NA/NIV: || ἀπατηθεῖσα = RP
ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν.
15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

Copyright information for SBLG