2 Corinthians 13

1Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν
 νῦν = WH Treg NA/NIV: || νῦν γράφω = RP
νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν, 4καὶ
 γὰρ = WH Treg NA/NIV: || γὰρ εἰ = RP
γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ
 ζήσομεν = WH Treg NA/NIV: || ζησόμεθα = RP
ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.

5Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι
 Ἰησοῦς Χριστὸς = WH RP NA: || Χριστὸς Ἰησοῦς = Treg NIV
Ἰησοῦς Χριστὸς ⸃ ἐν
 ὑμῖν = WH Treg NA/NIV: || ὑμῖν ἐστίν = RP
ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε.
6ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7
 εὐχόμεθα = WH Treg NA/NIV: || Εὐχόμαι = RP
εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
8οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. 9χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε·
 τοῦτο = WH Treg NA/NIV: || τοῦτο δὲ = RP
τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
10διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν
 ὁ κύριος ἔδωκέν μοι = WH Treg NA/NIV: || ἔδωκέν μοι ὁ κύριος = RP
κύριος ἔδωκέν μοι ⸃, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.

11Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. 12ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. 13 χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἀγάπη τοῦ θεοῦ καὶ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν Ἀμήν = RP
ὑμῶν.

Copyright information for SBLG