2 Corinthians 3

Ἀρχόμεθα πάλιν ἑαυτοὺς
 συνιστάνειν = WH NA/NIV RP: || συνιστᾶν = Treg
συνιστάνειν;
 ἢ = WH Treg NA/NIV: || Εἰ = RP
μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἐξ
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν συστατικῶν = RP
ὑμῶν;
ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾽ ἐν πλαξὶν καρδίαις σαρκίναις.

Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. οὐχ ὅτι
 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν = WH Treg NA/NIV: || ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν = RP
ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν ⸃ λογίσασθαί τι ὡς ἐξ
 αὑτῶν = WH Treg NA/NIV: || ἑαυτῶν = RP
αὑτῶν, ἀλλ᾽ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.

Εἰ δὲ διακονία τοῦ θανάτου ἐν
 γράμμασιν = WH NA/NIV RP: || γράμματι = Treg
γράμμασιν
 ἐντετυπωμένη = WH Treg NA/NIV: || ἐντετυπωμένη ἐν = RP
ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ
 τῇ διακονίᾳ = Treg NA/NIV: || ἡ διακονία = WH RP
τῇ διακονίᾳ ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει διακονία τῆς
 δικαιοσύνης = WH Treg NA/NIV: || δικαιοσύνης ἐν = RP
δικαιοσύνης δόξῃ.
10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει
 εἵνεκεν = WH Treg NA/NIV: || ἕνεκεν = RP
εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης·
11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.

12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον
 αὐτοῦ = WH Treg NA/NIV: || ἑαυτοῦ = RP
αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον
 ἡμέρας = WH Treg NA/NIV: || [omit] = RP
ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον,
 ὅτι = WH Treg NA/NIV: || ὅ τι = RP
ὅτι ἐν Χριστῷ καταργεῖται,
15 ἀλλ᾽ ἕως σήμερον ἡνίκα
 ἂν ἀναγινώσκηται = WH Treg NA/NIV: || ἀναγινώσκεται = RP
ἂν ἀναγινώσκηται ⸃ Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
16 ἡνίκα
 δὲ ἐὰν = WH NA/NIV: || δὲ ἂν = Treg RP
δὲ ἐὰν ⸃ ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17  δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα
 κυρίου = WH Treg NA/NIV: || κυρίου ἐκεῖ = RP
κυρίου, ἐλευθερία.
18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

Copyright information for SBLG