2 Corinthians 4

1Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ
 ἐγκακοῦμεν = WH Treg NA/NIV: || ἐκκακοῦμεν = RP
ἐγκακοῦμεν,
2ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας
 συνιστάνοντες = WH NA/NIV: || συνιστάντες = Treg; || συνιστῶντες = RP
συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
3εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ
 αὐγάσαι = WH Treg NA/NIV: || αὐγάσαι αὐτοῖς = RP
αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
5οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ
 Χριστὸν Ἰησοῦν = WH Treg RP: || Ἰησοῦν Χριστὸν = NA/NIV
Χριστὸν Ἰησοῦν ⸃ κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
6ὅτι θεὸς εἰπών· Ἐκ σκότους φῶς
 λάμψει = WH Treg NA/NIV: || λάμψαι = RP
λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ
 Χριστοῦ = WH Treg NIV: || Ἰησοῦ Χριστοῦ = RP NA
Χριστοῦ.

7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· 8ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι, 9διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι, 10πάντοτε τὴν νέκρωσιν
 τοῦ = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·
11ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12ὥστε
 ὁ = WH Treg NA/NIV: || ὁ μὲν = RP
θάνατος ἐν ἡμῖν ἐνεργεῖται, δὲ ζωὴ ἐν ὑμῖν.

13Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14εἰδότες ὅτι ἐγείρας
 τὸν = Holmes WHmarg: || τὸν κύριον = WH Treg NA/NIV RP
τὸν Ἰησοῦν καὶ ἡμᾶς
 σὺν = WH Treg NA/NIV: || διὰ = RP
σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
15τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

16Διὸ οὐκ
 ἐγκακοῦμεν = WH Treg NA/NIV: || ἐκκακοῦμεν = RP
ἐγκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽
 ἔσω ἡμῶν = WH Treg NA/NIV: || ἔσωθεν = RP
ἔσω ἡμῶν ⸃ ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
17τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως
 ἡμῶν = Treg NA/NIV RP: || [omit] = WH
ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Copyright information for SBLG