2 Corinthians 9

Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ
 τὸ = WH Treg NA/NIV: || ὁ ἐξ = RP
τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ
 λέγωμεν = WH Treg RP: || λέγω = NA/NIV
λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει
 ταύτῃ = WH Treg NA/NIV: || ταύτῃ τῆς καυχήσεως = RP
ταύτῃ.
ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν
 εἰς = WH NA/NIV RP: || πρὸς = Treg
εἰς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν
 προεπηγγελμένην = WH Treg NA/NIV: || προκατηγγελμένην = RP
προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.

Τοῦτο δέ, σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ σπείρων ἐπ᾽ εὐλογίαις ἐπ᾽ εὐλογίαις καὶ θερίσει. ἕκαστος καθὼς
 προῄρηται = WH Treg NA/NIV: || προαιρεῖται = RP
προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ θεός.
 δυνατεῖ = WH Treg NA/NIV: || Δυνατὸς = RP
δυνατεῖ δὲ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν·
(καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· 10  δὲ ἐπιχορηγῶν
 σπόρον = Treg NA/NIV: || σπέρμα = WH RP
σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν
 χορηγήσει = WH Treg NA/NIV: || χορηγήσαι = RP
χορηγήσει καὶ
 πληθυνεῖ = WH Treg NA/NIV: || πληθύναι = RP
πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ
 αὐξήσει = WH Treg NA/NIV: || αὐξήσαι = RP
αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·)
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾽ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— 12 ὅτι διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ᾽ ὑμῖν. 15 
 χάρις = WH Treg NA/NIV: || χάρις δὲ = RP
χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

Copyright information for SBLG