2 Peter 1

1
 Συμεὼν = Treg NA/NIV RP: || Σιμων = WH
Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·
2χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.

3Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς
 ἰδίᾳ δόξῃ καὶ ἀρετῇ = Treg NA/NIV: || διὰ δόξης καὶ ἀρετῆς = WH RP
ἰδίᾳ δόξῃ καὶ ἀρετῇ ⸃,
4δι᾽ ὧν τὰ
 τίμια καὶ μέγιστα ἡμῖν = WH NA/NIV: || μέγιστα καὶ τίμια ἡμῖν = Treg; || τίμια ἡμῖν καὶ μέγιστα = RP
τίμια καὶ μέγιστα ἡμῖν ⸃ ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
5καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, 6ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, 7ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην· 8ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· 9 γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ
 ἁμαρτημάτων = Treg: || ἁμαρτιῶν = WH NA/NIV RP
ἁμαρτημάτων.
10διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· 11οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.

12Διὸ
 μελλήσω = WH Treg NA/NIV: || οὐκ ἀμελήσω = RP
μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
13δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14εἰδὼς ὅτι ταχινή ἐστιν ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι· 15σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.

16Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης·
 Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν = WH NA/NIV: || οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός = Treg RP
υἱός μου ἀγαπητός μου οὗτός ἐστιν ⸃, εἰς ὃν ἐγὼ εὐδόκησα—
18καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ
 ἁγίῳ ὄρει = WH Treg NA/NIV: || ὄρει τῷ ἁγίῳ = RP
ἁγίῳ ὄρει ⸃.
19καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· 20τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται, 21οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη
 προφητεία ποτέ = WH Treg NA/NIV: || ποτὲ προφητεία = RP
προφητεία ποτέ ⸃, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν
 ἀπὸ = WH NA/NIV: || ἅγιοι = Treg RP
ἀπὸ θεοῦ ἄνθρωποι.

Copyright information for SBLG