2 Peter 2

1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾽ οὓς ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἀπώλεια αὐτῶν οὐ
 νυστάζει = WH Treg NA/NIV: || νυστάξει = RP
νυστάζει.

4Εἰ γὰρ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ
 σειραῖς = RP NA: || σιροις = WH Treg NA/NIV
σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας
 καταστροφῇ = Treg RP NA: || [omit] = WH NA/NIV
καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων
 ἀσεβέσιν = WH NA/NIV: || ἀσεβεῖν = Treg RP
ἀσεβέσιν τεθεικώς,
7καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— 8βλέμματι γὰρ καὶ ἀκοῇ
 ὁ = Treg NA/NIV RP: || [omit] = WH
δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν—
9οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.

Τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες,
11ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ᾽
 αὐτῶν = Holmes WHmarg: || αὐτῶν παρὰ κυρίῳ = WH Treg RP; || αὐτῶν παρὰ κυρίου = NA/NIV
αὐτῶν βλάσφημον κρίσιν.
12οὗτοι δέ, ὡς ἄλογα ζῷα
 γεγεννημένα φυσικὰ = WH Treg NA/NIV: || φυσικὰ γεγενημένα = RP
γεγεννημένα φυσικὰ ⸃ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν
 καὶ φθαρήσονται = WH Treg NA/NIV: || καταφθαρήσονται = RP
καὶ φθαρήσονται ⸃,
13
 ἀδικούμενοι = WH NA/NIV: || κομιούμενοι = Treg RP
ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς
 ἀπάταις = WH NA/NIV RP: || ἀγάπαις = Treg
ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ
 ἀκαταπαύστους = Treg NA/NIV RP: || ἀκαταπάστους = WH
ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα,
15
 καταλιπόντες = Treg RP: || καταλείποντες = WH NA/NIV
καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ
 Βοσὸρ = Treg RP NA: || Βεὼρ = WH NA/NIV
Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν
16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι
 καὶ ὁμίχλαι = WH Treg NA/NIV: || νεφέλαι = RP
καὶ ὁμίχλαι ⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ζόφος τοῦ
 σκότους = WH Treg NA/NIV: || σκότους εἰς αἰῶνα = RP
σκότους τετήρηται.
18ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς
 ὀλίγως = WH Treg NA/NIV: || ὄντως = RP
ὀλίγως
 ἀποφεύγοντας = WH Treg NA/NIV: || ἀποφυγόντας = RP
ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· γάρ τις ἥττηται, τούτῳ
 καὶ = Treg RP: || [omit] = WH NA/NIV
καὶ δεδούλωται.
20εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ
 κυρίου = WH Treg RP: || κυρίου ἡμῶν = NA/NIV
κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
21κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἐπιγνοῦσιν
 ὑποστρέψαι = WH Treg NA/NIV: || ἐπιστρέψαι = RP
ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς·
22
 συμβέβηκεν = WH Treg NA/NIV: || συμβέβηκεν δὲ = RP
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς
 κυλισμὸν = WH Treg NA/NIV: || κύλισμα = RP
κυλισμὸν βορβόρου.

Copyright information for SBLG