2 Thessalonians 3

1Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, 2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων πίστις. 3πιστὸς δέ ἐστιν κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. 4πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ᾽ ὑμᾶς, ὅτι
 παραγγέλλομεν = WH Treg NA/NIV: || παραγγέλλομεν ὑμῖν = RP
παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε.
5 δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου
 ἡμῶν = Treg RP NA: || [omit] = WH NIV
ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν
 παρελάβοσαν = Holmes WHmarg NA: || παρελάβετε = WH Treg NIV; || παρέλαβον = RP
παρελάβοσαν παρ᾽ ἡμῶν.
7αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν 8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ
 νυκτὸς καὶ ἡμέρας = WH Treg NA/NIV: || νύκτα καὶ ἡμέραν = RP
νυκτὸς καὶ ἡμέρας ⸃ ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω. 11ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους· 12τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν
 ἐν κυρίῳ Ἰησοῦ Χριστῷ = WH Treg NA/NIV: || διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστου = RP
ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ⸃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
13ὑμεῖς δέ, ἀδελφοί, μὴ
 ἐγκακήσητε = WH Treg NA/NIV: || ἐκκακήσητε = RP
ἐγκακήσητε καλοποιοῦντες.

14Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε,
 μὴ = WH Treg NA/NIV: || καὶ μὴ = RP
μὴ
 συναναμίγνυσθαι = WH Treg NA/NIV: || συναναμίγνυσθε = RP
συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ·
15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

16Αὐτὸς δὲ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. κύριος μετὰ πάντων ὑμῶν.

17 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. 18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν Ἀμήν = RP
ὑμῶν.

Copyright information for SBLG