Acts 11

Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
 ὅτε δὲ = WH Treg NA/NIV: || Καὶ ὅτε = RP
ὅτε δὲ ⸃ ἀνέβη Πέτρος εἰς
 Ἰερουσαλήμ = WH Treg NA/NIV: || Ἱεροσόλυμα = RP
Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
λέγοντες ὅτι
 Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες = NA/NIV: || Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες = RP; || Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν = WH Treg
Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες ⸃ αὐτοῖς.
ἀρξάμενος
 δὲ = WH Treg NA/NIV: || δὲ ὁ = RP
δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· ἤκουσα δὲ
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
εἶπον δέ· Μηδαμῶς, κύριε,
 ὅτι = WH Treg NA/NIV: || ὅτι πᾶν = RP
ὅτι κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
ἀπεκρίθη δὲ
 φωνὴ ἐκ δευτέρου = Treg NA/NIV: || ἐκ δευτέρου φωνὴ = WH; || μοι φωνὴ ἐκ δευτέρου = RP
φωνὴ ἐκ δευτέρου ⸃ ἐκ τοῦ οὐρανοῦ· θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ
 ἀνεσπάσθη πάλιν = WH Treg NA/NIV: || πάλιν ἀνεσπάσθη = RP
ἀνεσπάσθη πάλιν ⸃ ἅπαντα εἰς τὸν οὐρανόν.
11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν
 ἦμεν = WH Treg NA: || ἤμην = NIV RP
ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12 εἶπεν δὲ
 τὸ πνεῦμά μοι = WH Treg NA/NIV: || μοι τὸ πνεῦμά = RP
τὸ πνεῦμά μοι ⸃ συνελθεῖν αὐτοῖς μηδὲν
 διακρίναντα = WH Treg NA/NIV: || διακρινόμενον = RP
διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13 ἀπήγγειλεν
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ
 εἰπόντα = WH Treg NA/NIV: || εἰπόντα αὐτῷ = RP
εἰπόντα· Ἀπόστειλον εἰς
 Ἰόππην = WH Treg NA/NIV: || Ἰόππην ἄνδρας = RP
Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου. 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. 16 ἐμνήσθην δὲ τοῦ ῥήματος
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν,
 ἐγὼ = WH Treg NA/NIV: || ἐγὼ δὲ = RP
ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ
 ἐδόξασαν = WH Treg NA/NIV: || ἐδόξαζον = RP
ἐδόξασαν τὸν θεὸν λέγοντες·
 Ἄρα = WH Treg NA/NIV: || Ἄρα γε = RP
Ἄρα καὶ τοῖς ἔθνεσιν θεὸς τὴν μετάνοιαν
 εἰς ζωὴν ἔδωκεν = WH Treg NA/NIV: || ἔδωκεν εἰς ζωὴν = RP
εἰς ζωὴν ἔδωκεν ⸃.

19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες
 ἐλθόντες = WH Treg NA/NIV: || εἰσελθόντες = RP
ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ πρὸς τοὺς
 Ἑλληνιστάς = WH RP NA: || Ἕλληνας = Treg NIV
Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
21 καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν, πολύς τε ἀριθμὸς
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
22 ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς
 οὔσης = WH Treg NA/NIV: || [omit] = RP
οὔσης ἐν
 Ἰερουσαλὴμ = WH Treg NA/NIV: || Ἱεροσολύμοις = RP
Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν
 Βαρναβᾶν = WH Treg NIV: || Βαρναβᾶν διελθεῖν = RP NA
Βαρναβᾶν ἕως Ἀντιοχείας·
23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας
 προσμένειν = Treg NA/NIV RP: || προσμένειν ἐν = WH
προσμένειν τῷ κυρίῳ,
24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. 25 ἐξῆλθεν δὲ εἰς
 Ταρσὸν = WH Treg NA/NIV: || Ταρσὸν ὁ Βαρνάβας = RP
Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
26 καὶ εὑρὼν
 ἤγαγεν = WH Treg NA/NIV: || ἤγαγεν αὐτὸν = RP
ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ
 αὐτοῖς καὶ = WH Treg NA/NIV: || αὐτοὺς = RP
αὐτοῖς καὶ ⸃ ἐνιαυτὸν ὅλον συναχθῆναι
 ἐν = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε
 πρώτως = WH Treg NA/NIV: || πρώτον = RP
πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν
 μεγάλην = WH Treg NA/NIV: || μέγαν = RP
μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην·
 ἥτις = WH Treg NA/NIV: || ὅστις καὶ = RP
ἥτις ἐγένετο ἐπὶ
 Κλαυδίου = WH Treg NA/NIV: || Κλαυδίου Καίσαρος = RP
Κλαυδίου.
29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30  καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.

Copyright information for SBLG