Acts 13

1Ἦσαν
 δὲ = WH Treg NA/NIV: || δὲ τινες = RP
δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι τε Βαρναβᾶς καὶ Συμεὼν καλούμενος Νίγερ, καὶ Λούκιος Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
2λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν
 καὶ = WH Treg NA/NIV: || καὶ τὸν = RP
καὶ Σαῦλον εἰς τὸ ἔργον προσκέκλημαι αὐτούς.
3τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.

4
 Αὐτοὶ = WH Treg NA/NIV: || Οὗτοι = RP
Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ
 ἁγίου πνεύματος = WH Treg NA/NIV: || πνεύματος τοῦ ἁγίου = RP
ἁγίου πνεύματος ⸃ κατῆλθον
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς Σελεύκειαν, ἐκεῖθέν
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε ἀπέπλευσαν
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς Κύπρον,
5καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6διελθόντες δὲ
 ὅλην = WH Treg NA/NIV: || [omit] = RP
ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον
 ἄνδρα = WH Treg NA/NIV: || [omit] = RP
ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ὄνομα
 Βαριησοῦ = NA/NIV: || Βαριησοῦς = WH Treg RP
Βαριησοῦ,
7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· 8ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9Σαῦλος δέ, καὶ Παῦλος, πλησθεὶς πνεύματος
 ἁγίου = WH Treg NA/NIV: || ἁγίου καὶ = RP
ἁγίου ἀτενίσας εἰς αὐτὸν
10εἶπεν· πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς
 ὁδοὺς = Treg RP: || ὁδοὺς τοῦ = WH NA/NIV
ὁδοὺς κυρίου τὰς εὐθείας;
11καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα
 δὲ = WH Treg RP: || τε = NA/NIV
δὲ
 ἔπεσεν = WH Treg NA/NIV: || ἐπέπεσεν = RP
ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12τότε ἰδὼν ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.

13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ
 περὶ = WH Treg NA/NIV: || περὶ τὸν = RP
περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν
 τὴν Πισιδίαν = WH Treg NA/NIV: || τῆς Πισιδίας = RP
τὴν Πισιδίαν ⸃, καὶ
 εἰσελθόντες = WH Treg: || ἐλθόντες = NA/NIV RP
εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ
 τίς = WH Treg NA/NIV: || [omit] = RP
τίς ἐστιν
 ἐν ὑμῖν λόγος = WH Treg NA/NIV: || λόγος ἐν ὑμῖν = RP
ἐν ὑμῖν λόγος ⸃ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. 17 θεὸς τοῦ λαοῦ τούτου
 Ἰσραὴλ = WH Treg NA/NIV: || [omit] = RP
Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ
 Αἰγύπτου = WH Treg NA/NIV: || Αἰγύπτῳ = RP
Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν
 κατεκληρονόμησεν = WH Treg NA/NIV: || κατεκληρονόμησεν αὐτοῖς = RP
κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
20
 ὡς … πεντήκοντα καὶ μετὰ ταῦτα = WH Treg NA/NIV: || καὶ μετὰ ταῦτα ὡς … πεντήκοντα = RP
ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ
 τοῦ = NA/NIV RP: || [omit] = WH Treg
τοῦ προφήτου.
21κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· 22καὶ μεταστήσας αὐτὸν ἤγειρεν
 τὸν Δαυὶδ αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς τὸν Δαυὶδ = RP
τὸν Δαυὶδ αὐτοῖς ⸃ εἰς βασιλέα, καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23τούτου θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ
 σωτῆρα Ἰησοῦν = WH Treg NA/NIV: || σωτηρίαν = RP
σωτῆρα Ἰησοῦν ⸃,
24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας
 παντὶ τῷ λαῷ = WH Treg NA/NIV: || τῷ = RP
παντὶ τῷ λαῷ ⸃ Ἰσραήλ.
25ὡς δὲ ἐπλήρου
 Ἰωάννης = WH Treg NA/NIV: || ὁ Ἰωάννης = RP
Ἰωάννης τὸν δρόμον, ἔλεγεν·
 Τί ἐμὲ = WH Treg NA/NIV: || Τίνα με = RP
Τί ἐμὲ ⸃ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν,
 ἡμῖν = WH NA/NIV: || ὑμῖν = Treg RP
ἡμῖν λόγος τῆς σωτηρίας ταύτης
 ἐξαπεστάλη = WH Treg NA/NIV: || ἀπεστάλη = RP
ἐξαπεστάλη.
27οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, 28καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· 29ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες
 νῦν = WH Treg NA/NIV: || [omit] = RP
νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην 33ὅτι ταύτην θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις
 ἡμῶν = WH Treg: || αὐτῶν ἡμῖν = NA/NIV RP
ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ
 ψαλμῷ γέγραπται τῷ δευτέρῳ = WH NA/NIV: || ψαλμῷ τῷ δευτέρῳ γέγραπται = RP; || πρώτῳ ψαλμῷ γέγραπται = Treg
ψαλμῷ γέγραπται τῷ δευτέρῳ ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35
 διότι = WH Treg NA/NIV: || Διὸ = RP
διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, 37ὃν δὲ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. 38γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε
 ἐν = WH Treg NA/NIV: || ἐν τῷ = RP
ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι
39ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται. 40βλέπετε οὖν μὴ
 ἐπέλθῃ = WH Treg NA/NIV: || ἐπέλθῃ ἐφ᾽ ὑμᾶς = RP
ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·
41Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον
 ἐργάζομαι ἐγὼ = WH Treg NA/NIV: || ἐγὼ ἐργάζομαι = RP
ἐργάζομαι ἐγὼ ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν,
 ἔργον = WH Treg NA/NIV: || [omit] = RP
ἔργον οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.

42Ἐξιόντων δὲ
 αὐτῶν = WH Treg NA: || αὐτῶν ἐκ τῆς συναγωγῆς = NIV; || ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων = RP
αὐτῶν
 παρεκάλουν = WH Treg NA/NIV: || παρεκάλουν τὰ ἔθνη = RP
παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα
 ταῦτα = WH Treg NA/NIV: || [omit] = RP
ταῦτα.
43λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες
 αὐτοῖς = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῖς ἔπειθον· αὐτοὺς
 προσμένειν = WH Treg NA/NIV: || ἐπιμένειν = RP
προσμένειν τῇ χάριτι τοῦ θεοῦ.

44Τῷ
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ
 κυρίου = Treg NA/NIV: || θεοῦ = WH RP
κυρίου.
45ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς
 ὑπὸ = WH Treg NA/NIV: || ὑπὸ τοῦ = RP
ὑπὸ Παύλου
 λαλουμένοις = WH Treg NA/NIV: || λεγομένοις = RP
λαλουμένοις
 βλασφημοῦντες = WH Treg NA/NIV: || ἀντιλέγοντες καὶ βλασφημοῦντες = RP
βλασφημοῦντες.
46παρρησιασάμενοί
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε Παῦλος καὶ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ·
 ἐπειδὴ = WH Treg NA/NIV: || ἐπειδὴ δὲ = RP
ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη·
47οὕτως γὰρ ἐντέταλται ἡμῖν κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48ἀκούοντα δὲ τὰ ἔθνη
 ἔχαιρον = WH Treg NA/NIV: || ἔχαιρεν = RP
ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ
 κυρίου = Treg NA/NIV RP: || θεοῦ = WH
κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
49διεφέρετο δὲ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας. 50οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας
 γυναῖκας = WH Treg NA/NIV: || γυναῖκας καὶ = RP
γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον
 καὶ = WH Treg NA/NIV: || καὶ τὸν = RP
καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν
 ποδῶν = WH Treg NA/NIV: || ποδῶν αὐτῶν = RP
ποδῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
52οἵ
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

Copyright information for SBLG