Acts 14

Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. οἱ δὲ
 ἀπειθήσαντες = WH Treg NA/NIV: || ἀπειθοῦντες = RP
ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι
 τῷ = WH Treg RP: || ἐπὶ τῷ = NA/NIV
τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ
 εὐαγγελιζόμενοι ἦσαν = WH Treg NA/NIV: || ἦσαν εὐαγγελιζόμενοι = RP
εὐαγγελιζόμενοι ἦσαν ⸃.

Καί τις ἀνὴρ
 ἀδύνατος ἐν Λύστροις = WH NA/NIV: || ἐν Λύστροις ἀδύνατος = Treg RP
ἀδύνατος ἐν Λύστροις ⸃ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ὑπάρχων = RP
αὐτοῦ, ὃς οὐδέποτε
 περιεπάτησεν = WH Treg NA/NIV: || περιπεπατήκει = RP
περιεπάτησεν.
οὗτος
 ἤκουσεν = Treg NA/NIV RP: || ἤκουεν = WH
ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι
 ἔχει πίστιν = WH Treg NA/NIV: || πίστιν ἔχει = RP
ἔχει πίστιν ⸃ τοῦ σωθῆναι
10 εἶπεν
 μεγάλῃ = WH Treg NA/NIV: || μεγάλῃ τῇ = RP
μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου
 ὀρθός = WH Treg NA/NIV: || ὀρθῶς = RP
ὀρθός· καὶ
 ἥλατο = WH Treg NA/NIV: || ἥλλετο = RP
ἥλατο καὶ περιεπάτει.
11 οἵ
 τε = WH NA/NIV: || δὲ = Treg RP
τε ὄχλοι ἰδόντες
 ἐποίησεν = WH Treg NA/NIV: || ἐποίησεν ὁ = RP
ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς
12 ἐκάλουν τε
 τὸν = WH Treg NA/NIV: || τὸν μὲν = RP
τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ἡγούμενος τοῦ λόγου.
13 
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς
 πόλεως = WH Treg NA/NIV: || πόλεως αὐτῶν = RP
πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια
 αὐτῶν = Treg NA/NIV RP: || ἑαυτῶν = WH
αὐτῶν
 ἐξεπήδησαν = WH Treg NA/NIV: || εἰσεπήδησαν = RP
ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ
 θεὸν = WH Treg NA/NIV: || τὸν θεὸν τὸν = RP
θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 
 καίτοι = WH Treg NA/NIV: || Καίτοιγε = RP
καίτοι οὐκ ἀμάρτυρον
 αὑτὸν = WH: || ἑαυτὸν = RP; || αὐτὸν = Treg NA/NIV
αὑτὸν ἀφῆκεν
 ἀγαθουργῶν = WH Treg NA/NIV: || ἀγαθοποιῶν = RP
ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας
 ὑμῶν = WH Treg NA/NIV: || ἡμῶν = RP
ὑμῶν.
18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.

19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως,
 νομίζοντες = WH Treg NA/NIV: || νομίσαντες = RP
νομίζοντες αὐτὸν τεθνηκέναι.
20 κυκλωσάντων δὲ
 τῶν μαθητῶν αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν τῶν μαθητῶν = RP
τῶν μαθητῶν αὐτὸν ⸃ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.

21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ
 εἰς = WH Treg NA/NIV: || [omit] = RP
εἰς Ἰκόνιον καὶ
 εἰς = WH Treg NA/NIV: || [omit] = RP
εἰς Ἀντιόχειαν,
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς
 κατ᾽ ἐκκλησίαν πρεσβυτέρους = WH Treg NA/NIV: || πρεσβυτέρους κατ᾽ ἐκκλησίαν = RP
κατ᾽ ἐκκλησίαν πρεσβυτέρους ⸃ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν Παμφυλίαν,
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ἐπλήρωσαν. 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν
 ἀνήγγελλον = WH Treg NA/NIV: || ἀνήγγειλαν = RP
ἀνήγγελλον ὅσα ἐποίησεν θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 διέτριβον
 δὲ = WH Treg NA/NIV: || δὲ ἐκεῖ = RP
δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Copyright information for SBLG