Acts 15

1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ
 περιτμηθῆτε = WH Treg NA/NIV: || περιτέμνησθε = RP
περιτμηθῆτε τῷ ἔθει
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
2γενομένης
 δὲ = WH Treg NA/NIV: || οὖν = RP
δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
3οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν
 τε = WH Treg NA/NIV: || [omit] = RP
τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.
4παραγενόμενοι δὲ εἰς
 Ἱεροσόλυμα = Treg: || Ἱερουσαλὴμ = WH NA/NIV RP
Ἱεροσόλυμα
 παρεδέχθησαν = WH Treg NA/NIV: || ἀπεδέχθησαν = RP
παρεδέχθησαν
 ἀπὸ = WH Treg NA/NIV: || ὑπὸ = RP
ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα θεὸς ἐποίησεν μετ᾽ αὐτῶν.
5ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.

6Συνήχθησάν
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7πολλῆς δὲ
 ζητήσεως = WH Treg NA/NIV: || συζητήσεως = RP
ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων
 ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς = WH Treg NA/NIV: || ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο = RP
ἐν ὑμῖν ἐξελέξατο θεὸς ⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι,
8καὶ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς
 δοὺς = WH Treg NA/NIV: || δοὺς αὐτοῖς = RP
δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν,
9καὶ
 οὐθὲν = WH Treg NA/NIV: || οὐδὲν = RP
οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι.

12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν. 13μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. 14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν
 λαὸν = WH Treg NA/NIV: || λαὸν ἐπὶ = RP
λαὸν τῷ ὀνόματι αὐτοῦ.
15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· 16Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ
 κατεσκαμμένα = NA/NIV RP: || κατεστραμμένα = WH Treg
κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει
 κύριος = WH Treg NA/NIV: || κύριος ὁ = RP
κύριος ποιῶν
 ταῦτα = WH Treg NA/NIV: || ταῦτα πάντα = RP
ταῦτα
18γνωστὰ ἀπ᾽
 αἰῶνος = WH Treg NA/NIV: || αἰῶνος ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ = RP
αἰῶνος.
19διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, 20ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ
 ἀπέχεσθαι = WH Treg NA/NIV: || ἀπέχεσθαι ἀπὸ = RP
ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ
 τοῦ = NA/NIV RP: || [omit] = WH Treg
τοῦ πνικτοῦ καὶ τοῦ αἵματος·
21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.

22Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν
 καλούμενον = WH Treg NA/NIV: || ἐπικαλούμενον = RP
καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23γράψαντες διὰ χειρὸς
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν τάδε = RP
αὐτῶν· Οἱ ἀπόστολοι καὶ οἱ
 πρεσβύτεροι = WH Treg NA/NIV: || πρεσβύτεροι καὶ οἱ = RP
πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
24ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν
 ἐξελθόντες = Treg NA/NIV RP: || [omit] = WH
ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον = RP
ὑμῶν οἷς οὐ διεστειλάμεθα,
25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν
 ἐκλεξαμένοις = WH Treg NA/NIV: || ἐκλεξαμένους = RP
ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
26ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28ἔδοξεν γὰρ τῷ
 πνεύματι τῷ ἁγίῳ = WH Treg NA/NIV: || ἁγίῳ πνεύματι = RP
πνεύματι τῷ ἁγίῳ ⸃ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν
 τούτων τῶν ἐπάναγκες = WH Treg NA/NIV: || τῶν ἐπάναγκες τούτων = RP
τούτων τῶν ἐπάναγκες ⸃,
29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ
 πνικτῶν = WH Treg NA/NIV: || πνικτοῦ = RP
πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.

30Οἱ μὲν οὖν ἀπολυθέντες
 κατῆλθον = WH Treg NA/NIV: || ἦλθον = RP
κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς
 ἀποστείλαντας αὐτούς = WH Treg NA/NIV: || ἀποστόλους = RP; || ἀποστόλους 34 ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ = TR
ἀποστείλαντας αὐτούς ⸃.
35Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.

36Μετὰ δέ τινας ἡμέρας εἶπεν
 πρὸς Βαρναβᾶν Παῦλος = WH Treg NA/NIV: || Παῦλος πρὸς Βαρναβᾶν = RP
πρὸς Βαρναβᾶν Παῦλος ⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς
 ἀδελφοὺς = WH Treg NA/NIV: || ἀδελφοὺς ἡμῶν = RP
ἀδελφοὺς κατὰ
 πόλιν πᾶσαν = WH Treg NA/NIV: || πᾶσαν πόλιν = RP
πόλιν πᾶσαν ⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
37Βαρναβᾶς δὲ
 ἐβούλετο = WH Treg NA/NIV: || ἐβουλεύσατο = RP
ἐβούλετο συμπαραλαβεῖν
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
38Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ
 συμπαραλαμβάνειν = WH Treg NA/NIV: || συμπαραλαβεῖν = RP
συμπαραλαμβάνειν τοῦτον.
39ἐγένετο
 δὲ = WH Treg NA/NIV: || οὖν = RP
δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,
40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ
 κυρίου = WH Treg NA/NIV: || θεοῦ = RP
κυρίου ὑπὸ τῶν ἀδελφῶν,
41διήρχετο δὲ τὴν Συρίαν καὶ
 τὴν = WH NA/NIV: || [omit] = Treg RP
τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

Copyright information for SBLG