Acts 18

 Μετὰ = WH Treg NA/NIV: || Μετὰ δὲ = RP
Μετὰ ταῦτα
 χωρισθεὶς = WH Treg NA/NIV: || χωρισθεὶς ὁ Παῦλος = RP
χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ
 διατεταχέναι = WH Treg NA/NIV: || τεταχέναι = RP
διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους
 ἀπὸ = WH Treg NA/NIV: || ἐκ = RP
ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ
 ἠργάζετο = Treg NA/NIV RP: || ἠργάζοντο = WH
ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ
 τῇ τέχνῃ = WH Treg NA/NIV: || τὴν τέχνην = RP
τῇ τέχνῃ ⸃.
διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.

Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος, συνείχετο τῷ
 λόγῳ = WH Treg NA/NIV: || πνεύματι = RP
λόγῳ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις
 εἶναι = WH Treg NA/NIV: || [omit] = RP
εἶναι τὸν χριστὸν Ἰησοῦν.
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθεν
 εἰσῆλθεν = NA/NIV: || ἦλθεν = WH Treg RP
εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι
 Τιτίου = WH Treg NA/NIV: || [omit] = RP
Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. εἶπεν δὲ κύριος
 ἐν νυκτὶ δι᾽ ὁράματος = WH Treg NA/NIV: || δι᾽ ὁράματος ἐν νυκτὶ = RP
ἐν νυκτὶ δι᾽ ὁράματος ⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 ἐκάθισεν
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.

12 Γαλλίωνος δὲ
 ἀνθυπάτου ὄντος = WH Treg NA/NIV: || ἀνθυπατεύοντος = RP
ἀνθυπάτου ὄντος ⸃ τῆς Ἀχαΐας κατεπέστησαν
 ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι = Treg NA/NIV RP: || οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν = WH
ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι ⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13 λέγοντες ὅτι Παρὰ τὸν νόμον
 ἀναπείθει οὗτος = WH Treg NA/NIV: || οὗτος ἀναπείθει = RP
ἀναπείθει οὗτος ⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ
 μὲν = WH Treg NA/NIV: || μὲν οὖν = RP
μὲν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15 εἰ δὲ
 ζητήματά = WH Treg NA/NIV: || ζήτημά = RP
ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί·
 κριτὴς = WH Treg NA/NIV: || κριτὴς γὰρ = RP
κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 ἐπιλαβόμενοι δὲ
 πάντες = WH Treg NA/NIV: || πάντες οἱ Ἕλληνες = RP
πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι
 ἔμελεν = WH Treg NA/NIV: || ἔμελλεν = RP
ἔμελεν.

18  δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος
 ἐν Κεγχρεαῖς τὴν κεφαλήν = WH Treg NA/NIV: || τὴν κεφαλήν ἐν Κεγχρεαῖς = RP
ἐν Κεγχρεαῖς τὴν κεφαλήν ⸃, εἶχεν γὰρ εὐχήν.
19 
 κατήντησαν = WH Treg NA/NIV: || Κατήντησεν = RP
κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν
 διελέξατο = WH Treg NA/NIV: || διελέχθη = RP
διελέξατο τοῖς Ἰουδαίοις.
20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον
 μεῖναι = WH Treg NA/NIV: || μεῖναι παρ᾽ αὐτοῖς = RP
μεῖναι οὐκ ἐπένευσεν,
21 
 ἀλλὰ ἀποταξάμενος καὶ = WH Treg NA/NIV: || ἀλλ᾽ ἀπετάξατο αὐτοῖς = RP
ἀλλὰ ἀποταξάμενος καὶ ⸃
 εἰπών = WH Treg NA/NIV: || εἰπών Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα = RP
εἰπών·
 Πάλιν = WH Treg NA/NIV: || Πάλιν δὲ = RP
Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν,
 στηρίζων = WH Treg: || ἐπιστηρίζων = NA/NIV RP
στηρίζων πάντας τοὺς μαθητάς.

24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ
 Ἰησοῦ = WH Treg NA/NIV: || κυρίου = RP
Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ
 Πρίσκιλλα καὶ Ἀκύλας = WH Treg NA/NIV: || Ἀκύλας καὶ Πρίσκιλλα = RP
Πρίσκιλλα καὶ Ἀκύλας ⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν
 ὁδὸν τοῦ θεοῦ = WH Treg NA/NIV: || τοῦ θεοῦ ὁδὸν = RP
ὁδὸν τοῦ θεοῦ ⸃.
27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

Copyright information for SBLG