Acts 19

Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη
 ἐλθεῖν = WH Treg RP: || κατελθεῖν = NA/NIV
ἐλθεῖν εἰς Ἔφεσον καὶ
 εὑρεῖν = WH Treg NA/NIV: || εὑρών = RP
εὑρεῖν τινας μαθητάς,
εἶπέν
 τε = WH Treg NA/NIV: || [omit] = RP
τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ
 δὲ = WH Treg NA/NIV: || δὲ εἶπον = RP
δὲ πρὸς αὐτόν· Ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
εἶπέν
 τε = WH Treg NA/NIV: || τε πρὸς αὐτούς = RP
τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα.
εἶπεν δὲ Παῦλος·
 Ἰωάννης = WH Treg NA/NIV: || Ἰωάννης μὲν = RP
Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν εἰς
 τὸν = WH Treg NA/NIV: || τὸν χριστὸν = RP
τὸν Ἰησοῦν.
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· καὶ ἐπιθέντος αὐτοῖς τοῦ
 Παύλου = WH Treg NA/NIV: || Παύλου τὰς = RP
Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ
 δώδεκα = WH Treg NA/NIV: || δεκαδύο = RP
δώδεκα.

Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ
 πείθων = WH Treg: || πείθων τὰ = NA/NIV RP
πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ
 Τυράννου = WH Treg NA/NIV: || Τυράννου τινός = RP
Τυράννου.
10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ
 κυρίου = WH Treg NA/NIV: || κυρίου Ἰησοῦ = RP
κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.

11 Δυνάμεις τε οὐ τὰς τυχούσας
 ὁ θεὸς ἐποίει = WH Treg NA/NIV: || ἐποίει ὁ θεὸς = RP
θεὸς ἐποίει ⸃ διὰ τῶν χειρῶν Παύλου,
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας
 ἀποφέρεσθαι = WH Treg NA/NIV: || ἐπιφέρεσθαι = RP
ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ
 ἐκπορεύεσθαι = WH Treg NA/NIV: || ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν = RP
ἐκπορεύεσθαι.
13 ἐπεχείρησαν δέ τινες
 καὶ = WH Treg NA/NIV: || ἀπὸ = RP
καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες·
 Ὁρκίζω = WH Treg NA/NIV: || Ὁρκίζομεν = RP
Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν
 ὃν = WH Treg NA/NIV: || ὃν ὁ = RP
ὃν Παῦλος κηρύσσει.
14 ἦσαν δέ
 τινος = WH Treg NA/NIV: || τινες υἱοὶ = RP
τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ
 υἱοὶ = WH Treg NA/NIV: || οἱ = RP
υἱοὶ τοῦτο ποιοῦντες.
15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν
 αὐτοῖς = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῖς·
 Τὸν = Treg RP: || Τὸν μὲν = WH NA/NIV
Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
16 καὶ
 ἐφαλόμενος = WH Treg NA/NIV: || ἐφαλλόμενος = RP
ἐφαλόμενος
 ὁ ἄνθρωπος ἐπ᾽ αὐτοὺς = WH Treg NA/NIV: || ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος = RP
ἄνθρωπος ἐπ᾽ αὐτοὺς ⸃ ἐν ἦν τὸ πνεῦμα τὸ πονηρὸν
 κατακυριεύσας ἀμφοτέρων = WH Treg NA/NIV: || καὶ κατακυριεύσαν αὐτῶν = RP
κατακυριεύσας ἀμφοτέρων ⸃ ἴσχυσεν κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ
 ἐπέπεσεν = WH NA/NIV RP: || ἔπεσεν = Treg
ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20 οὕτως κατὰ κράτος
 τοῦ κυρίου ὁ λόγος = WH Treg NA/NIV: || ὁ λόγος τοῦ κυρίου = RP
τοῦ κυρίου λόγος ⸃ ηὔξανεν καὶ ἴσχυεν.

21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς
 Ἱεροσόλυμα = WH Treg NA/NIV: || Ἱερουσαλήμ = RP
Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.

23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις
 οὐκ ὀλίγην ἐργασίαν = WH Treg NA/NIV: || ἐργασίαν οὐκ ὀλίγην = RP
οὐκ ὀλίγην ἐργασίαν ⸃,
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας εὐπορία
 ἡμῖν = WH Treg NA/NIV: || ἡμῶν = RP
ἡμῖν ἐστιν,
26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς
 Ἀρτέμιδος ἱερὸν = WH Treg NA/NIV: || ἱερὸν Ἀρτέμιδος = RP
Ἀρτέμιδος ἱερὸν ⸃ εἰς οὐθὲν λογισθῆναι, μέλλειν
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε καὶ καθαιρεῖσθαι
 τῆς μεγαλειότητος = WH Treg NA/NIV: || τὴν μεγαλειότητα = RP
τῆς μεγαλειότητος ⸃ αὐτῆς, ἣν ὅλη Ἀσία καὶ οἰκουμένη σέβεται.

28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη Ἄρτεμις Ἐφεσίων. 29 καὶ ἐπλήσθη
 πόλις = WH Treg NA/NIV: || πόλις ὅλη = RP
πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
30 
 Παύλου δὲ = WH Treg NA/NIV: || Τοῦ δὲ Παύλου = RP
Παύλου δὲ ⸃ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. 33 ἐκ δὲ τοῦ ὄχλου
 συνεβίβασαν = WH Treg NA/NIV: || προεβίβασαν = RP
συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων
 ὡς = Treg NA/NIV RP: || ὡσεὶ = WH
ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη Ἄρτεμις Ἐφεσίων.
35 καταστείλας δὲ
 ὁ γραμματεὺς τὸν ὄχλον = Treg NA/NIV RP: || τὸν ὄχλον ὁ γραμματεὺς = WH
γραμματεὺς τὸν ὄχλον ⸃ φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν
 ἀνθρώπων = WH Treg NA/NIV: || ἄνθρωπος = RP
ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς
 μεγάλης = WH Treg NA/NIV: || μεγάλης θεᾶς = RP
μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. 37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν
 ἡμῶν = WH Treg NA/NIV: || ὑμῶν = RP
ἡμῶν.
38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. 39 εἰ δέ τι
 περαιτέρω = WH Treg NA/NIV: || περὶ ἑτέρων = RP
περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα
 ἀποδοῦναι = WH Treg NA/NIV: || δοῦναι = RP
ἀποδοῦναι λόγον
 περὶ = WH Treg NA/NIV: || [omit] = RP
περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

Copyright information for SBLG