Acts 2

Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν
 πάντες ὁμοῦ = WH Treg NA/NIV: || ἅπαντες ὁμοθυμαδὸν = RP
πάντες ὁμοῦ ⸃ ἐπὶ τὸ αὐτό,
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός,
 καὶ ἐκάθισεν = WH Treg NA/NIV: || ἐκάθισέν τε = RP
καὶ ἐκάθισεν ⸃ ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν,
καὶ ἐπλήσθησαν
 πάντες = WH Treg NA/NIV: || ἅπαντες = RP
πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου
 ἀποφθέγγεσθαι αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς ἀποφθέγγεσθαι = RP
ἀποφθέγγεσθαι αὐτοῖς ⸃.

Ἦσαν δὲ
 ἐν = WH Treg RP: || εἰς = NA/NIV
ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι
 ἤκουον = Treg NA/NIV RP: || ἤκουσεν = WH
ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
ἐξίσταντο
 δὲ = WH NA/NIV: || δὲ πάντες = Treg RP
δὲ καὶ ἐθαύμαζον
 λέγοντες = WH Treg NA/NIV: || λέγοντες πρὸς ἀλλήλους = RP
λέγοντες·
 Οὐχ = NA/NIV: || Οὐχὶ = WH Treg; || Οὐκ = RP
Οὐχ ἰδοὺ
 πάντες = WH Treg RP: || ἅπαντες = NA/NIV
πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 12 ἐξίσταντο δὲ πάντες καὶ
 διηπόρουν = NA/NIV RP: || διηποροῦντο = WH Treg
διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί
 θέλει = WH Treg NA/NIV: || ἄν θέλοι = RP
θέλει τοῦτο εἶναι;
13 ἕτεροι δὲ
 διαχλευάζοντες = WH Treg NA/NIV: || χλευάζοντες = RP
διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.

14 Σταθεὶς δὲ
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ
 πάντες = WH Treg NA/NIV: || ἅπαντες = RP
πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν
 ἐνυπνίοις = WH Treg NA/NIV: || ἐνύπνια = RP
ἐνυπνίοις ἐνυπνιασθήσονται·
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20  ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν
 ἢ = RP: || [omit] = WH Treg NA/NIV
 ἐλθεῖν = WH Treg NA/NIV: || ἐλθεῖν τὴν = RP
ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21 καὶ ἔσται πᾶς ὃς
 ἐὰν = WH Treg: || ἂν = NA/NIV RP
ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα
 ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ = WH Treg NA/NIV: || ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον = RP
ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ ⸃ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι᾽ αὐτοῦ θεὸς ἐν μέσῳ ὑμῶν,
 καθὼς = WH Treg NA/NIV: || καθὼς καὶ = RP
καθὼς αὐτοὶ οἴδατε,
23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ
 ἔκδοτον = WH Treg NA/NIV: || ἔκδοτον λαβόντες = RP
ἔκδοτον διὰ
 χειρὸς = WH Treg NA/NIV: || χειρῶν = RP
χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
24 ὃν θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ· 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26 διὰ τοῦτο ηὐφράνθη
 ἡ καρδία μου = NA/NIV RP: || μου ἡ καρδία = WH Treg
καρδία μου ⸃ καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι·
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς
 ᾅδην = WH Treg NA/NIV: || ᾍδου = RP
ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· 30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν = RP
αὐτοῦ καθίσαι ἐπὶ
 τὸν θρόνον = WH Treg NA/NIV: || τοῦ θρόνου = RP
τὸν θρόνον ⸃ αὐτοῦ,
31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι
 οὔτε ἐγκατελείφθη = WH Treg NA/NIV: || οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ = RP
οὔτε ἐγκατελείφθη ⸃ εἰς
 ᾅδην = WH NA/NIV: || ᾅδου = Treg; || ᾍδου = RP
ᾅδην
 οὔτε = WH Treg NA/NIV: || οὐδὲ = RP
οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ
 πνεύματος τοῦ ἁγίου = WH Treg NA/NIV: || ἁγίου πνεύματος = RP
πνεύματος τοῦ ἁγίου ⸃ λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο
 ὃ = WH Treg NA/NIV: || ὃ νὺν = RP
 ὑμεῖς = Treg NIV RP: || ὑμεῖς καὶ = WH NA
ὑμεῖς βλέπετε καὶ ἀκούετε.
34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν
 ὁ = NA/NIV RP: || [omit] = WH Treg
κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,
35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον
 αὐτὸν καὶ χριστὸν = WH Treg NA/NIV: || καὶ χριστὸν αὐτὸν = RP
αὐτὸν καὶ χριστὸν ⸃
 ἐποίησεν ὁ θεός = WH NA/NIV: || ὁ θεὸς ἐποίησεν = Treg RP
ἐποίησεν θεός ⸃, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

37 Ἀκούσαντες δὲ κατενύγησαν
 τὴν καρδίαν = WH Treg NA/NIV: || τῇ καρδίᾳ = RP
τὴν καρδίαν ⸃, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν, ἄνδρες ἀδελφοί;
38 Πέτρος δὲ
 πρὸς αὐτούς· Μετανοήσατε = WH Treg: || πρὸς αὐτούς Μετανοήσατε φησίν = NA/NIV; || ἔφη πρὸς αὐτούς Μετανοήσατε = RP
πρὸς αὐτούς· Μετανοήσατε ⸃, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν
 ἐπὶ = NA/NIV RP: || ἐν = WH Treg
ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν
 τῶν = WH Treg NA/NIV: || [omit] = RP
τῶν ἁμαρτιῶν
 ὑμῶν = WH Treg NA/NIV: || [omit] = RP
ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·
39 ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει
 αὐτοὺς = WH Treg NA/NIV: || [omit] = RP
αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
41 οἱ μὲν
 οὖν = WH Treg NA/NIV: || οὖν ἀσμένως = RP
οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν
 ἐν = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ
 κοινωνίᾳ = WH Treg NA/NIV: || κοινωνίᾳ καὶ = RP
κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

43 
 Ἐγίνετο = WH Treg NA/NIV: || Ἐγένετο = RP
Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά
 τε = Treg NA/NIV RP: || δὲ = WH
τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 πάντες δὲ οἱ
 πιστεύοντες = Treg NA/NIV RP: || πιστεύσαντες = WH
πιστεύοντες
 ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ = Treg NA/NIV RP: || ἐπὶ τὸ αὐτό = WH
ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ ⸃ εἶχον ἅπαντα κοινά,
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46 καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν
 ἐπὶ τὸ αὐτό = WH Treg NA/NIV: || τῇ ἐκκλησία = RP
ἐπὶ τὸ αὐτό ⸃.

Copyright information for SBLG