Acts 3

1
 Πέτρος δὲ = WH Treg NA/NIV: || Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος = RP
Πέτρος δὲ ⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,
2καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, 3ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην
 λαβεῖν = WH Treg NA/NIV: || [omit] = RP
λαβεῖν.
4ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς. 5 δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. 6εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου
 περιπάτει = WH NIV: || ἔγειρε καὶ περιπάτει = Treg NA; || ἔγειραι καὶ περιπάτει = RP
περιπάτει.
7καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν
 αὐτόν = WH Treg NA/NIV: || [omit] = RP
αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν
 αἱ βάσεις αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ αἱ βάσεις = RP
αἱ βάσεις αὐτοῦ ⸃ καὶ τὰ
 σφυδρά = WH NA/NIV: || σφυρά = Treg RP
σφυδρά,
8καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. 9καὶ εἶδεν
 πᾶς ὁ λαὸς αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν πᾶς ὁ λαὸς = RP
πᾶς λαὸς αὐτὸν ⸃ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν,
10ἐπεγίνωσκον
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ αὐτὸν ὅτι
 οὗτος = WH Treg RP: || αὐτὸς = NA/NIV
οὗτος ἦν πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

11Κρατοῦντος δὲ
 αὐτοῦ = WH Treg NA/NIV: || τοῦ ἰαθέντος χωλοῦ = RP
αὐτοῦ τὸν Πέτρον καὶ
 τὸν = WH Treg NA/NIV: || [omit] = RP
τὸν Ἰωάννην συνέδραμεν
 πᾶς ὁ λαὸς πρὸς αὐτοὺς = WH Treg NA/NIV: || πρὸς αὐτοὺς πᾶς ὁ λαὸς = RP
πᾶς λαὸς πρὸς αὐτοὺς ⸃ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
12ἰδὼν δὲ
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
13 θεὸς Ἀβραὰμ καὶ
 Ἰσαὰκ καὶ = WH Treg NIV RP: || ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς = NA
Ἰσαὰκ καὶ ⸃ Ἰακώβ, θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς
 μὲν = WH Treg RP NA: || [omit] = NIV
μὲν παρεδώκατε καὶ
 ἠρνήσασθε = WH NA/NIV: || ἠρνήσασθε αὐτὸν = Treg RP
ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
14ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16καὶ
 ἐπὶ = Treg NA/NIV RP: || [omit] = WH
ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ πίστις δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

17Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· 18 δὲ θεὸς προκατήγγειλεν διὰ στόματος πάντων τῶν
 προφητῶν = WH Treg NA/NIV: || προφητῶν αὐτοῦ = RP
προφητῶν παθεῖν τὸν χριστὸν
 αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ ἐπλήρωσεν οὕτως.
19μετανοήσατε οὖν καὶ ἐπιστρέψατε
 πρὸς = WH: || εἰς = Treg NA/NIV RP
πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
20ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, 21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν θεὸς διὰ
 στόματος = WH Treg NA/NIV: || στόματος πάντων = RP
στόματος τῶν ἁγίων
 ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν = WH Treg NA/NIV: || αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος = RP
ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν ⸃.
22Μωϋσῆς
 μὲν = WH Treg NA/NIV: || μὲν γὰρ πρὸς τοὺς πατέρας = RP
μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος
 θεὸς = WH: || θεὸς ὑμῶν = Treg NA/NIV; || θεὸς ἡμῶν = RP
θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23ἔσται δὲ πᾶσα ψυχὴ ἥτις
 ἂν = WH Treg: || ἐὰν = NA/NIV RP
ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
24καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. 25ὑμεῖς ἐστε
 οἱ = WH Treg NA/NIV: || [omit] = RP
οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς
 διέθετο ὁ θεὸς = Treg NA/NIV RP: || ὁ θεὸς διέθετο = WH
διέθετο θεὸς ⸃ πρὸς τοὺς πατέρας
 ὑμῶν = WH Treg NA/NIV: || ἡμῶν = RP
ὑμῶν, λέγων πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου
 ἐνευλογηθήσονται = Treg NA/NIV RP: || εὐλογηθήσονται = WH
ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26ὑμῖν πρῶτον
 ἀναστήσας ὁ θεὸς = WH NA/NIV: || ὁ θεὸς ἀναστήσας = Treg RP
ἀναστήσας θεὸς ⸃ τὸν παῖδα
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ Ἰησοῦν = RP
αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

Copyright information for SBLG