Colossians 2

Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω
 ὑπὲρ = WH Treg NA/NIV: || περὶ = RP
ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν,
 συμβιβασθέντες = WH Treg NA/NIV: || συμβιβασθέντων = RP
συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς
 πᾶν πλοῦτος = WH NA/NIV: || πᾶν τὸ πλοῦτος = Treg; || πάντα πλοῦτον = RP
πᾶν πλοῦτος ⸃ τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ
 θεοῦ = WH Treg NA/NIV: || θεοῦ καὶ πατρὸς καὶ τοῦ = RP
θεοῦ, Χριστοῦ,
ἐν εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας
 καὶ = WH Treg NA/NIV: || καὶ τῆς = RP
καὶ γνώσεως ἀπόκρυφοι.
 τοῦτο = WH NA/NIV: || τοῦτο δὲ = Treg RP
τοῦτο λέγω ἵνα
 μηδεὶς = WH Treg NA/NIV: || μή τις = RP
μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ
 βεβαιούμενοι = WH Treg NA/NIV: || βεβαιούμενοι ἐν = RP
βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε,
 περισσεύοντες = Treg NA/NIV: || περισσεύοντες ἐν αὐτῇ = WH RP
περισσεύοντες ἐν εὐχαριστίᾳ.

Βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ
 σώματος = WH Treg NA/NIV: || σώματος τῶν ἁμαρτιῶν = RP
σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12 συνταφέντες αὐτῷ ἐν τῷ
 βαπτισμῷ = Treg NA/NIV: || βαπτίσματι = WH RP
βαπτισμῷ, ἐν καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν
 ἐκ = WH Treg NA/NIV: || ἐκ τῶν = RP
ἐκ νεκρῶν·
13 καὶ ὑμᾶς νεκροὺς ὄντας
 ἐν = NA/NIV RP: || [omit] = WH Treg
ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
14 ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει
 ἢ = Treg RP: || καὶ = WH NA/NIV
ἐν πόσει ἐν μέρει ἑορτῆς νουμηνίας σαββάτων,
17  ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ Χριστοῦ.
18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων,
 ἃ = WH Treg NA/NIV: || ἃ μὴ = RP
ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.

20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· 21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 22  ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

Copyright information for SBLG