Colossians 3

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ, καὶ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ὅταν Χριστὸς φανερωθῇ, ζωὴ
 ὑμῶν = Treg NA/NIV: || ἡμῶν = WH RP
ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

Νεκρώσατε οὖν τὰ
 μέλη = WH Treg NA: || μέλη ὑμῶν = NIV RP
μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
δι᾽ ἔρχεται ὀργὴ τοῦ θεοῦ
 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας = RP NA: || [omit] = WH Treg NIV
ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ⸃·
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν
 τούτοις = WH Treg NA/NIV: || αὐτοῖς = RP
τούτοις·
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ
 τὰ = Treg NA/NIV RP: || [omit] = WH
τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ
 κύριος = WH Treg NA/NIV: || Χριστὸς = RP
κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·
14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην,
 ὅ = WH Treg NA/NIV: || ἥτις = RP
ἐστιν σύνδεσμος τῆς τελειότητος.
15 καὶ εἰρήνη τοῦ
 Χριστοῦ = WH Treg NA/NIV: || θεοῦ = RP
Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
16  λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς
 ψαλμοῖς = WH Treg NA/NIV: || ψαλμοῖς καὶ = RP
ψαλμοῖς,
 ὕμνοις = WH Treg NA/NIV: || ὕμνοις καὶ = RP
ὕμνοις, ᾠδαῖς πνευματικαῖς
 ἐν = WH RP: || ἐν τῇ = Treg NA/NIV
ἐν χάριτι, ᾄδοντες ἐν
 ταῖς καρδίαις = WH Treg NA/NIV: || τῇ καρδίᾳ = RP
ταῖς καρδίαις ⸃ ὑμῶν τῷ
 θεῷ = WH Treg NA/NIV: || κυρίῳ = RP
θεῷ·
17 καὶ πᾶν
 ὅ τι = Treg NA/NIV RP: || ὅτι = WH
τι ⸃
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν ποιῆτε ἐν λόγῳ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ
 θεῷ = WH Treg NA/NIV: || θεῷ καὶ = RP
θεῷ πατρὶ δι᾽ αὐτοῦ.

18 Αἱ γυναῖκες, ὑποτάσσεσθε
 τοῖς = WH Treg NA/NIV: || τοῖς ἰδίοις = RP
τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ
 εὐάρεστόν ἐστιν = WH Treg NA/NIV: || ἐστιν εὐάρεστον = RP
εὐάρεστόν ἐστιν ⸃ ἐν κυρίῳ.
21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν
 ὀφθαλμοδουλίαις = WH Treg RP: || ὀφθαλμοδουλίᾳ = NA/NIV
ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν
 κύριον = WH Treg NA/NIV: || θεόν = RP
κύριον.
23 
 ὃ = WH Treg NA/NIV: || καὶ πᾶν ὃ τι = RP
ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 εἰδότες ὅτι ἀπὸ κυρίου
 ἀπολήμψεσθε = WH Treg NA/NIV: || λήψεσθε = RP
ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας·
 τῷ = WH Treg NA/NIV: || τῷ γὰρ = RP
τῷ κυρίῳ Χριστῷ δουλεύετε·
25 
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ ἀδικῶν κομίσεται ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Copyright information for SBLG