Galatians 4

Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου
 ἤμεθα = WH NA/NIV: || ἦμεν = Treg RP
ἤμεθα δεδουλωμένοι·
ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας
 ἡμῶν = WH Treg NA/NIV: || ὑμῶν = RP
ἡμῶν, κρᾶζον· Αββα πατήρ.
ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος
 διὰ θεοῦ = WH Treg NA/NIV: || θεοῦ διὰ Χριστοῦ = RP
διὰ θεοῦ ⸃.

Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς
 φύσει μὴ = WH Treg NA/NIV: || μὴ φύσει = RP
φύσει μὴ ⸃ οὖσι θεοῖς·
νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν
 δουλεύειν = NA/NIV RP: || δουλεῦσαι = WH Treg
δουλεύειν θέλετε;
10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμὸν
 ὑμῶν = WH Treg NA/NIV: || μου τὸν = RP
ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15 
 ποῦ = WH Treg NA/NIV: || Τίς = RP
ποῦ
 οὖν = WH Treg NA/NIV: || οὖν ἦν = RP
οὖν μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν
 ἐξορύξαντες = WH Treg NA/NIV: || ἐξορύξαντες ἂν = RP
ἐξορύξαντες ἐδώκατέ μοι.
16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν
 δὲ = WH Treg NA/NIV: || δὲ τὸ = RP
δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
19 
 τέκνα = Treg NA/NIV: || τεκνία = WH RP
τέκνα μου, οὓς πάλιν ὠδίνω
 μέχρις = WH Treg NA/NIV: || ἄχρι = RP
μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 23 ἀλλ᾽ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας
 δι᾽ = WH Treg NA/NIV: || διὰ τῆς = RP
δι᾽ ἐπαγγελίας.
24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, 25 τὸ
 δὲ = WH NA/NIV: || γὰρ = RP Treg
δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
26  δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν
 μήτηρ = WH Treg NA/NIV: || μήτηρ πάντων = RP
μήτηρ ἡμῶν·
27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα. 28 
 ὑμεῖς δέ … τέκνα ἐστέ = Treg NA/NIV: || ἡμεῖς δὲ … τέκνα ἐσμέν = WH RP
ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ ⸃·
29 ἀλλ᾽ ὥσπερ τότε κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 ἀλλὰ τί λέγει γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ
 κληρονομήσει = WH Treg NA/NIV: || κληρονομήσῃ = RP
κληρονομήσει υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31 
 διό = WH Treg NA/NIV: || Ἄρα = RP
διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

Copyright information for SBLG