Hebrews 3

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν
 Ἰησοῦν = WH Treg NA/NIV: || Ἰησοῦν Χριστόν = RP
Ἰησοῦν,
πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς
 ἐν = Holmes WHmarg: || ἐν ὅλῳ = WH Treg NA/NIV RP
ἐν τῷ οἴκῳ αὐτοῦ.
πλείονος γὰρ
 οὗτος δόξης = WH Treg NA/NIV: || δόξης οὗτος = RP
οὗτος δόξης ⸃ παρὰ Μωϋσῆν ἠξίωται καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν·
πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος,
 δὲ = WH Treg NA/NIV: || δὲ τὰ = RP
δὲ πάντα κατασκευάσας θεός.
καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·
 ὅς = Holmes: || οὗ = WH Treg NA/NIV RP
ὅς οἶκός ἐσμεν ἡμεῖς,
 ἐὰν = WH Treg: || ἐάνπερ = NA/NIV RP
ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς
 ἐλπίδος = NA/NIV: || ἐλπίδος μέχρι τέλους βεβαίαν = WH Treg RP
ἐλπίδος κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ
 ἐπείρασαν = WH Treg NA/NIV: || ἐπείρασαν με = RP
ἐπείρασαν οἱ πατέρες ὑμῶν
 ἐν δοκιμασίᾳ = WH Treg NA/NIV: || ἐδοκιμασάν με = RP
ἐν δοκιμασίᾳ ⸃ καὶ εἶδον τὰ ἔργα μου
10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ
 ταύτῃ = WH Treg NA/NIV: || ἐκείνῃ = RP
ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ
 τις ἐξ ὑμῶν = WH Treg NA/NIV: || ἐξ ὑμῶν τις = RP
τις ἐξ ὑμῶν ⸃ ἀπάτῃ τῆς ἁμαρτίας·
14 μέτοχοι γὰρ
 τοῦ Χριστοῦ γεγόναμεν = WH Treg NA/NIV: || γεγόναμεν τοῦ Χριστοῦ = RP
τοῦ Χριστοῦ γεγόναμεν ⸃, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
15 ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; 17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν.

Copyright information for SBLG