James 2

Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
 ἐπιβλέψητε δὲ = WH NA/NIV: || καὶ ἐπιβλέψητε = Treg RP
ἐπιβλέψητε δὲ ⸃ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ
 εἴπητε = WH Treg NA/NIV: || εἴπητε αὐτῷ = RP
εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι
 ἢ κάθου ἐκεῖ = WH: || ἐκεῖ ἢ κάθου = Treg NA/NIV; || ἐκεῖ ἢ κάθου ὧδε = RP
κάθου ἐκεῖ ⸃ ὑπὸ τὸ ὑποπόδιόν μου,
 οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς
 τῷ κόσμῳ = WH Treg NA/NIV: || τοῦ κόσμου = RP
τῷ κόσμῳ ⸃ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον
 τηρήσῃ πταίσῃ = WH Treg NA/NIV: || τηρήσει πταίσει = RP
τηρήσῃ, πταίσῃ ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
11  γὰρ εἰπών Μὴ
 μοιχεύσῃς = WH Treg NA/NIV: || μοιχεύσεις = RP
μοιχεύσῃς εἶπεν καί Μὴ
 φονεύσῃς = WH Treg NA/NIV: || φονεύσεις = RP
φονεύσῃς· εἰ δὲ οὐ
 μοιχεύεις φονεύεις = WH Treg NA/NIV: || μοιχεύσεις φονεύσεις = RP
μοιχεύεις φονεύεις ⸃ δέ, γέγονας παραβάτης νόμου.
12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13  γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται
 ἔλεος = WH Treg NA/NIV: || ἔλεον = RP
ἔλεος κρίσεως.

14 
 Τί = WH: || Τί τὸ = Treg NA/NIV RP
Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται πίστις σῶσαι αὐτόν;
15 
 ἐὰν = WH Treg NA/NIV: || ἐὰν δὲ = RP
ἐὰν ἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ
 λειπόμενοι = WH Treg NA/NIV: || λειπόμενοι ὦσιν = RP
λειπόμενοι τῆς ἐφημέρου τροφῆς,
16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος,
 τί = WH: || τί τὸ = Treg NA/NIV RP
τί ὄφελος;
17 οὕτως καὶ πίστις, ἐὰν μὴ
 ἔχῃ ἔργα = WH Treg NA/NIV: || ἔργα ἔχῃ = RP
ἔχῃ ἔργα ⸃, νεκρά ἐστιν καθ᾽ ἑαυτήν.

18 Ἀλλ᾽ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου
 χωρὶς = WH Treg NA/NIV: || ἐκ = RP
χωρὶς τῶν
 ἔργων = WH Treg NA/NIV: || ἔργων σου = RP
ἔργων, κἀγώ
 σοι δείξω = WH Treg NA/NIV: || δείξω σοι = RP
σοι δείξω ⸃ ἐκ τῶν ἔργων μου τὴν
 πίστιν = WH Treg NA/NIV: || πίστιν μου = RP
πίστιν.
19 σὺ πιστεύεις ὅτι
 εἷς ἐστιν ὁ θεός = Treg NA/NIV: || εἷς θεός ἐστιν = WH; || ὁ θεὸς εἷς ἐστιν = RP
εἷς ἐστιν θεός ⸃; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
20 θέλεις θέλεις δὲ γνῶναι, ἄνθρωπε κενέ, ὅτι πίστις χωρὶς τῶν ἔργων
 ἀργή = WH Treg NA/NIV: || νεκρά = RP
ἀργή ἐστιν;
21 Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη γραφὴ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 
 ὁρᾶτε = WH Treg NA/NIV: || ὁρᾶτε τοίνυν = RP
ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
25 ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ
 γὰρ = Treg NA/NIV RP: || [omit] = WH
γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ πίστις
 χωρὶς = WH NA/NIV: || χωρὶς τῶν = Treg RP
χωρὶς ἔργων νεκρά ἐστιν.

Copyright information for SBLG