James 4

Πόθεν πόλεμοι καὶ
 πόθεν = WH Treg NA/NIV: || [omit] = RP
πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
 μοιχαλίδες = WH Treg NA/NIV: || Μοιχοὶ καὶ μοιχαλίδες = RP
μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς
 ἐὰν = WH NA/NIV: || ἂν = Treg RP
ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα
 κατῴκισεν = WH Treg NA/NIV: || κατῴκησεν = RP
κατῴκισεν ἐν ἡμῖν;
μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν· ἐγγίσατε τῷ θεῷ, καὶ
 ἐγγιεῖ = Treg NA/NIV RP: || ἐγγίσει = WH
ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· γέλως ὑμῶν εἰς πένθος
 μετατραπήτω = WH NA/NIV: || μεταστραφήτω = Treg RP
μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν·
10 ταπεινώθητε ἐνώπιον
 κυρίου = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
κυρίου, καὶ ὑψώσει ὑμᾶς.

11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· καταλαλῶν ἀδελφοῦ
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12 εἷς
 ἐστιν = WH: || ἐστιν ὁ = Treg NA/NIV RP
ἐστιν νομοθέτης
 καὶ κριτής = WH Treg NA/NIV: || [omit] = RP
καὶ κριτής ⸃, δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ,
 ὁ κρίνων = WH Treg NA/NIV: || ὃς κρίνεις = RP
κρίνων ⸃ τὸν
 πλησίον = WH Treg NA/NIV: || ἕτερον = RP
πλησίον;

13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
αὔριον
 πορευσόμεθα = WH Treg NA/NIV: || πορευσώμεθα = RP
πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ
 ποιήσομεν = WH NA/NIV: || ποιήσωμεν = Treg RP
ποιήσομεν ἐκεῖ
 ἐνιαυτὸν = WH Treg NA/NIV: || ἐνιαυτὸν ἕνα = RP
ἐνιαυτὸν καὶ
 ἐμπορευσόμεθα = WH Treg NA/NIV: || ἐμπορευσώμεθα = RP
ἐμπορευσόμεθα καὶ
 κερδήσομεν = WH Treg NA/NIV: || κερδήσωμεν = RP
κερδήσομεν·
14 οἵτινες οὐκ ἐπίστασθε
 τὸ = Treg NA/NIV RP: || [omit] = WH
τὸ τῆς αὔριον
 ποία = WH NA/NIV: || ποία γὰρ = Treg RP
ποία ζωὴ ὑμῶν· ἀτμὶς γάρ
 ἐστε = WH Treg NA/NIV: || ἔσται = RP
ἐστε
 ἡ = Treg NA/NIV RP: || [omit] = WH
πρὸς ὀλίγον φαινομένη,
 ἔπειτα = WH Treg NA/NIV: || ἔπειτα δὲ = RP
ἔπειτα καὶ ἀφανιζομένη·
15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν κύριος
 θελήσῃ = Treg NA/NIV RP: || θέλῃ = WH
θελήσῃ, καὶ
 ζήσομεν = WH Treg NA/NIV: || ζήσωμεν = RP
ζήσομεν καὶ
 ποιήσομεν = WH Treg NA/NIV: || ποιήσωμεν = RP
ποιήσομεν τοῦτο ἐκεῖνο.
16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Copyright information for SBLG