John 1

Ἐν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

10 Ἐν τῷ κόσμῳ ἦν, καὶ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ κόσμος αὐτὸν οὐκ ἔγνω. 11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, 13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.

14 Καὶ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας· 15 (Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν
 ὃν εἶπον = Treg NA/NIV RP: || ὁ εἰπών = WH
ὃν εἶπον ⸃· ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·)
16 
 ὅτι = WH Treg NA/NIV: || Καὶ = RP
ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
17 ὅτι νόμος διὰ Μωϋσέως ἐδόθη, χάρις καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε·
 μονογενὴς θεὸς = WH Treg NA/NIV: || ὁ μονογενὴς υἱός = RP
μονογενὴς θεὸς ⸃ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.

19 Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάννου ὅτε
 ἀπέστειλαν = NIV RP: || ἀπέστειλαν πρὸς αὐτὸν = WH Treg NA
ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι
 Ἐγὼ οὐκ εἰμὶ = WH Treg NA/NIV: || Οὐκ εἰμὶ ἐγὼ = RP
Ἐγὼ οὐκ εἰμὶ ⸃ χριστός.
21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν;
 σὺ Ἠλίας εἶ = WH Treg NA/NIV: || Ἠλίας εἶ σύ = RP
σὺ Ἠλίας εἶ ⸃; καὶ λέγει· Οὐκ εἰμί. προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ.
22 εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας προφήτης.

24 
 Καὶ = WH Treg NA/NIV: || Καὶ οἱ = RP
Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ χριστὸς
 οὐδὲ … οὐδὲ = WH Treg NA/NIV: || οὔτε … οὔτε = RP
οὐδὲ Ἠλίας οὐδὲ ⸃ προφήτης;
26 ἀπεκρίθη αὐτοῖς Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι·
 μέσος = WH Treg NA: || μέσος δὲ = NIV RP
μέσος ὑμῶν
 ἕστηκεν = NA/NIV RP: || στήκει = WH Treg
ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
27 
 ὁ = Treg NA/NIV: || [omit] = WH; || αὐτός ἐστιν ὁ = RP
ὀπίσω μου
 ἐρχόμενος = WH Treg NA/NIV: || ἐρχόμενος ὃς ἔμπροσθέν μου γέγονεν = RP
ἐρχόμενος, οὗ
 οὐκ εἰμὶ = Holmes WHmarg: || οὐκ εἰμὶ ἐγὼ = WH Treg NA/NIV; || ἐγὼ οὐκ εἰμὶ = RP
οὐκ εἰμὶ ⸃ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Ἰωάννης βαπτίζων.

29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστιν
 ὑπὲρ = WH Treg NA/NIV: || περὶ = RP
ὑπὲρ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·
31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ
 ἐν = WH Treg NA/NIV: || ἐν τῷ = RP
ἐν ὕδατι βαπτίζων.
32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν·
33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ· 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν
 ἐκλεκτὸς = Holmes WHmarg: || υἱὸς = WH Treg NA/NIV RP
ἐκλεκτὸς τοῦ θεοῦ.

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει
 ὁ = NA/NIV RP: || [omit] = WH Treg
Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ἀμνὸς τοῦ θεοῦ. 37 καὶ ἤκουσαν
 οἱ δύο μαθηταὶ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ οἱ δύο μαθηταὶ = RP
οἱ δύο μαθηταὶ αὐτοῦ ⸃ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
38 στραφεὶς δὲ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται
 μεθερμηνευόμενον = WH Treg NA/NIV: || ἑρμηνευόμενον = RP
μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις;
39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ
 ὄψεσθε. ἦλθαν οὖν = WH Treg NA/NIV: || ἴδετε. ἦλθαν = RP
ὄψεσθε. ἦλθαν οὖν ⸃ καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
40 ἦν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 41 εὑρίσκει οὗτος
 πρῶτον = WH Treg NA/NIV: || πρῶτος = RP
πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός).
42 
 ἤγαγεν = WH Treg NA/NIV: || καὶ ἤγαγεν = RP
ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων υἱὸς
 Ἰωάννου = WH Treg NA/NIV: || Ἰωνᾶ = RP
Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἰησοῦς· Ἀκολούθει μοι. 44 ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν,
 Ἰησοῦν = WH NA/NIV: || Ἰησοῦν τὸν = Treg RP
Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Φίλιππος· Ἔρχου καὶ ἴδε.
47 εἶδεν
 ὁ = RP NA/NIV: || [omit] = WH Treg
Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν δόλος οὐκ ἔστιν.
48 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 49 ἀπεκρίθη
 αὐτῷ Ναθαναήλ = WH Treg NA/NIV: || Ναθαναήλ καὶ λέγει αὐτῷ = RP
αὐτῷ Ναθαναήλ ⸃· Ῥαββί, σὺ εἶ υἱὸς τοῦ θεοῦ, σὺ
 βασιλεὺς εἶ = WH Treg NA/NIV: || εἶ ὁ βασιλεὺς = RP
βασιλεὺς εἶ ⸃ τοῦ Ἰσραήλ.
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων
 ὄψῃ = WH Treg NA/NIV: || ὄψει = RP
ὄψῃ.
51 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω
 ὑμῖν = WH Treg NA/NIV: || ὑμῖν ἀπ᾽ ἄρτι = RP
ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Copyright information for SBLG