John 19

Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ
 ἤρχοντο πρὸς αὐτὸν καὶ = WH Treg NA/NIV: || [omit] = RP
ἤρχοντο πρὸς αὐτὸν καὶ ⸃ ἔλεγον· Χαῖρε, βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
 καὶ ἐξῆλθεν = WH Treg NA/NIV: || Ἐξῆλθεν οὖν = RP
καὶ ἐξῆλθεν ⸃ πάλιν ἔξω Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι
 οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ = WH Treg NA/NIV: || ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω = RP
οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ ⸃.
ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς·
 Ἰδοὺ = WH Treg NA/NIV: || Ἴδε = RP
Ἰδοὺ ἄνθρωπος.
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον
 σταύρωσον = WH Treg NA/NIV: || σταύρωσον αὐτὸν = RP
σταύρωσον. λέγει αὐτοῖς Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν
 νόμον = WH Treg NA/NIV: || νόμον ἡμῶν = RP
νόμον ὀφείλει ἀποθανεῖν, ὅτι
 υἱὸν θεοῦ ἑαυτὸν = WH Treg NA/NIV: || ἑαυτὸν υἱὸν θεοῦ = RP
υἱὸν θεοῦ ἑαυτὸν ⸃ ἐποίησεν.

Ὅτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω
 ἀπολῦσαί σε … ἔχω σταυρῶσαί = WH Treg NA/NIV: || σταυρῶσαί σε … ἔχω ἀπολῦσαί = RP
ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί ⸃ σε;
11 ἀπεκρίθη
 αὐτῷ = WH Treg NA/NIV: || [omit] = RP
αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν
 κατ᾽ ἐμοῦ οὐδεμίαν = WH Treg NA/NIV: || οὐδεμίαν κατ᾽ ἐμοῦ = RP
κατ᾽ ἐμοῦ οὐδεμίαν ⸃ εἰ μὴ ἦν
 δεδομένον σοι = WH Treg NA/NIV: || σοι δεδομένον = RP
δεδομένον σοι ⸃ ἄνωθεν· διὰ τοῦτο
 παραδούς = WH NA/NIV: || παραδιδούς = Treg RP
παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
12 ἐκ τούτου
 ὁ Πιλᾶτος ἐζήτει = WH Treg NA/NIV: || ἐζήτει ὁ Πιλᾶτος = RP
Πιλᾶτος ἐζήτει ⸃ ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι
 ἐκραύγασαν = WH Treg NA/NIV: || ἔκραζον = RP
ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13  οὖν Πιλᾶτος ἀκούσας
 τῶν λόγων τούτων = WH Treg NA/NIV: || τοῦτον τὸν λόγον = RP
τῶν λόγων τούτων ⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν
 ἐπὶ = WH Treg NA/NIV: || ἐπὶ τοῦ = RP
ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα
 ἦν ὡς = WH Treg NA/NIV: || δὲ ὡσεὶ = RP
ἦν ὡς ⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε βασιλεὺς ὑμῶν.
15 
 ἐκραύγασαν οὖν ἐκεῖνοι = WH Treg NA/NIV: || Οἱ δὲ ἐκραύγασαν = RP
ἐκραύγασαν οὖν ἐκεῖνοι ⸃· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον
 οὖν = WH Treg NA/NIV: || δὲ = RP
οὖν τὸν
 Ἰησοῦν = WH Treg NA/NIV: || Ἰησοῦν καὶ ἤγαγον = RP
Ἰησοῦν·
17 καὶ βαστάζων
 αὑτῷ τὸν σταυρὸν = WH Treg: || ἑαυτῷ τὸν σταυρὸν = NA/NIV; || τὸν σταυρὸν αὐτοῦ = RP
αὑτῷ τὸν σταυρὸν ⸃ ἐξῆλθεν εἰς
 τὸν = WH Treg NA/NIV: || τόπον = RP
τὸν λεγόμενον Κρανίου Τόπον,
 ὃ = WH Treg NA/NIV: || ὅς = RP
λέγεται Ἑβραϊστὶ Γολγοθα,
18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς Ναζωραῖος βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί,
 Ῥωμαϊστί Ἑλληνιστί = WH Treg NA/NIV: || Ἑλληνιστί Ῥωμαϊστί = RP
Ῥωμαϊστί, Ἑλληνιστί ⸃.
21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς
 τῶν Ἰουδαίων εἰμί = WH Treg: || εἰμι τῶν Ἰουδαίων = NA/NIV RP
τῶν Ἰουδαίων εἰμί ⸃.
22 ἀπεκρίθη Πιλᾶτος· γέγραφα γέγραφα. 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου· 24 εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα γραφὴ πληρωθῇ
 ἡ λέγουσα = Treg NA/NIV RP: || [omit] = WH
λέγουσα ⸃· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ
 μητρί = WH Treg NA/NIV: || μητρί αὐτοῦ = RP
μητρί· Γύναι,
 ἴδε = WH Treg NA/NIV: || ἰδοὺ = RP
ἴδε υἱός σου·
27 εἶτα λέγει τῷ μαθητῇ·
 Ἴδε = WH Treg NA/NIV: || Ἰδοὺ = RP
Ἴδε μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

28 Μετὰ τοῦτο
 εἰδὼς = WH Treg NA/NIV: || ἰδὼν = RP
εἰδὼς Ἰησοῦς ὅτι
 ἤδη πάντα = WH Treg NA/NIV: || πάντα ἤδη = RP
ἤδη πάντα ⸃ τετέλεσται ἵνα τελειωθῇ γραφὴ λέγει· Διψῶ.
29 
 σκεῦος = WH Treg NA/NIV: || σκεῦος οὖν = RP
σκεῦος ἔκειτο ὄξους μεστόν·
 σπόγγον οὖν μεστὸν τοῦ = WH Treg NA/NIV: || οἱ δέ πλήσαντες σπόγγον = RP
σπόγγον οὖν μεστὸν τοῦ ⸃ ὄξους
 ὑσσώπῳ = WH Treg NA/NIV: || καὶ ὑσσώπῳ = RP
ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

31 Οἱ οὖν Ἰουδαῖοι,
 ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ = WH Treg NA/NIV: || ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν = RP
ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ⸃, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.
32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον
 ἤδη αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν ἤδη = RP
ἤδη αὐτὸν ⸃ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ
 ἐξῆλθεν εὐθὺς = WH Treg NA/NIV: || εὐθέως ἐξῆλθεν = RP
ἐξῆλθεν εὐθὺς ⸃ αἷμα καὶ ὕδωρ.
35 καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ
 αὐτοῦ ἐστιν = WH Treg NA/NIV: || ἐστιν αὐτοῦ = RP
αὐτοῦ ἐστιν ⸃ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ὑμεῖς
 πιστεύητε = WH Treg: || πιστεύσητε = NA/NIV RP
πιστεύητε.
36 ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται
 αὐτοῦ = WH Treg NA/NIV: || ἀπ᾽ αὐτοῦ = RP
αὐτοῦ.
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

38 Μετὰ
 δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ
 ἀπὸ = WH Treg: || ὁ ἀπὸ = NA/NIV RP
ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα
 αὐτοῦ = WH Treg NA/NIV: || τοῦ Ἰησοῦ = RP
αὐτοῦ.
39 ἦλθεν δὲ καὶ Νικόδημος, ἐλθὼν πρὸς
 αὐτὸν = WH Treg NA/NIV: || τὸν Ἰησοῦν = RP
αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων
 μίγμα = Treg NA/NIV RP: || ἕλιγμα = WH
μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν
 αὐτὸ = WH Treg NA/NIV: || αὐτὸ ἐν = RP
αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν οὐδέπω οὐδεὶς
 ἦν τεθειμένος = WH NA/NIV: || ἐτέθη = Treg RP
ἦν τεθειμένος ⸃·
42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

Copyright information for SBLG