John 8

Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς λαὸς ἤρχετο καὶ καθίσας ἐδίδασκεν αὐτούς. ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν καὶ στήσαντες αὐτὴν ἐν μέσῳ λέγουσιν αὐτῷ, πειράζοντες Διδάσκαλε, αὕτη γυνὴ κατελήφθη ἐπ᾿ αὐτοφόρῳ μοιχευομένη· ἐν δὲ τῷ νόμῳ Μωϋσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι σὺ οὖν τί λέγεις; τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν. μὴ προσποιούμενος ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς ἀναμάρτητος ὑμῶν πρῶτον ἐπ᾿ αὐτὴν τὸν λίθον· βαλέτω καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι ἐξήρχοντο εἷς καθ᾿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος, Ἰησοῦς καὶ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός εἶπεν αὐτῇ, ποῦ εἰσιν; ἐκεῖνοι οἱ κατήγοροί σου οὐδείς σε κατέκρινεν; 11  δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπεν δὲ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κρίνω πορεύου, καὶ μηκέτι ἁμάρτανε. 12 Πάλιν οὖν αὐτοῖς
 ἐλάλησεν ὁ Ἰησοῦς = WH Treg NA/NIV: || ὁ Ἰησοῦς ἐλάλησεν = RP
ἐλάλησεν Ἰησοῦς ⸃ λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἀκολουθῶν
 ἐμοὶ = NA/NIV RP: || μοι = WH Treg
ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.
13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
ποῦ ὑπάγω.
15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴ
 ἀληθινή = WH Treg NA/NIV: || ἀληθής = RP
ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ πέμψας με πατήρ.
17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ. 19 ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου
 ἂν ᾔδειτε = WH Treg NA/NIV: || ᾔδειτε ἂν = RP
ἂν ᾔδειτε ⸃.
20 ταῦτα τὰ ῥήματα
 ἐλάλησεν = WH Treg NA/NIV: || ἐλάλησεν ὁ Ἰησοῦς = RP
ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ.

21 Εἶπεν οὖν πάλιν
 αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς ὁ Ἰησοῦς = RP
αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ
 ἔλεγεν = WH Treg NA/NIV: || εἶπεν = RP
ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ
 τούτου τοῦ κόσμου = WH Treg NA/NIV: || τοῦ κόσμου τούτου = RP
τούτου τοῦ κόσμου ⸃ ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ;
 εἶπεν = WH Treg NA/NIV: || Καὶ εἶπεν = RP
εἶπεν αὐτοῖς Ἰησοῦς· Τὴν ἀρχὴν
 ὅ τι = Treg NA/NIV RP: || ὅτι = WH
τι ⸃ καὶ λαλῶ ὑμῖν;
26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα
 λαλῶ = WH Treg NA/NIV: || λὲγω = RP
λαλῶ εἰς τὸν κόσμον.
27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν
 οὖν = WH Treg NIV: || οὖν αὐτοῖς = RP NA
οὖν Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με
 πατὴρ = WH Treg NA/NIV: || πατὴρ μου = RP
πατὴρ ταῦτα λαλῶ.
29 καὶ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με
 μόνον = WH Treg NA/NIV: || ὁ πατήρ = RP
μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31 Ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν
 πρὸς αὐτόν = WH Treg NA/NIV: || αὐτῷ = RP
πρὸς αὐτόν ⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;

34 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35  δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα·
 ὁ = WH Treg RP NA: || ὁ δὲ = NIV
υἱὸς μένει εἰς τὸν αἰῶνα.
36 ἐὰν οὖν υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 
 ἃ ἐγὼ = WH Treg NA/NIV: || Ἐγὼ ὃ = RP
ἐγὼ ⸃ ἑώρακα παρὰ τῷ
 πατρὶ = WH Treg NA/NIV: || πατρὶ μου = RP
πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν
 ἃ ἠκούσατε = WH Treg NA/NIV: || ὃ ἑωράκατε = RP
ἠκούσατε ⸃ παρὰ
 τοῦ πατρὸς = WH Treg NA: || τοῦ πατρὸς ὑμῶν = NIV; || τῷ πατρὶ ὑμῶν = RP
τοῦ πατρὸς ⸃ ποιεῖτε.

39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ
 ἐστε = WH Treg NA: || ἦτε = NIV RP
ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ
 ἐποιεῖτε = Treg NA/NIV RP: || ποιεῖτε = WH
ἐποιεῖτε·
40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.
 εἶπαν = WH Treg NIV: || εἶπαν οὖν = RP NA
εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας
 οὐ γεγεννήμεθα = NA/NIV RP: || οὐκ ἐγεννήθημεν = WH Treg
οὐ γεγεννήμεθα ⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
42 
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν οὖν = RP
εἶπεν αὐτοῖς Ἰησοῦς· Εἰ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν.
43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ
 οὐκ ἔστηκεν = WH NA/NIV: || οὐχ ἕστηκεν = Treg RP
οὐκ ἔστηκεν ⸃, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ.
45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;
 εἰ = WH Treg NA/NIV: || εἰ δὲ = RP
εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
47  ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

48 
 Ἀπεκρίθησαν = WH Treg NA/NIV: || Ἀπεκρίθησαν οὖν = RP
Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν
 ἐμὸν λόγον = WH Treg NA/NIV: || λόγον τὸν ἐμὸν = RP
ἐμὸν λόγον ⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
52 
 εἶπον = WH Treg: || εἶπον οὖν = NA/NIV RP
εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα·
53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα
 σεαυτὸν = WH Treg NA/NIV: || σεαυτὸν σὺ = RP
σεαυτὸν ποιεῖς;
54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ
 δοξάσω = WH Treg NA/NIV: || δοξάζω = RP
δοξάσω ἐμαυτόν, δόξα μου οὐδέν ἐστιν· ἔστιν πατήρ μου δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς
 ἡμῶν = Treg NA/NIV RP: || ὑμῶν = WH
ἡμῶν ἐστιν,
55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος
 ὑμῖν = WH Treg NA/NIV: || ὑμῶν = RP
ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
56 Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν
 αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς ὁ = RP
αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ
 ἱεροῦ = WH Treg NA/NIV: || ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως = RP
ἱεροῦ.

Copyright information for SBLG