Luke 1

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

Ἐγένετο ἐν ταῖς ἡμέραις
 Ἡρῴδου = WH Treg NA/NIV: || Ἡρῴδου τοῦ = RP
Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά,
 καὶ = WH Treg NA/NIV: || καὶ ἡ = RP
καὶ γυνὴ
 αὐτῷ = WH Treg NA/NIV: || αὐτοῦ = RP
αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
ἦσαν δὲ δίκαιοι ἀμφότεροι
 ἐναντίον = WH Treg NA/NIV: || ἐνώπιον = RP
ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι
 ἦν ἡ Ἐλισάβετ = WH Treg NA/NIV: || ἡ Ἐλισάβετ ἦν = RP
ἦν Ἐλισάβετ ⸃ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ
 γενέσει = WH Treg NA/NIV: || γεννήσει = RP
γενέσει αὐτοῦ χαρήσονται·
15 ἔσται γὰρ μέγας ἐνώπιον
 τοῦ = Treg NA/NIV RP: || [omit] = WH
τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. 18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

21 Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν
 ἐν τῷ ναῷ αὐτόν = WH NA/NIV: || αὐτόν ἐν τῷ ναῷ = Treg RP
ἐν τῷ ναῷ αὐτόν ⸃.
22 ἐξελθὼν δὲ οὐκ
 ἐδύνατο = WH Treg NA/NIV: || ἠδύνατο = RP
ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα 25 ὅτι Οὕτως μοι
 πεποίηκεν = WH Treg NA/NIV: || πεποίηκεν ὁ = RP
πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν
 ἀφελεῖν = WH Treg NA/NIV: || ἀφελεῖν τὸ = RP
ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.

26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ
 ἀπὸ = WH Treg NA/NIV: || ὑπὸ = RP
ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲθ
27 πρὸς παρθένον
 ἐμνηστευμένην = WH Treg NA/NIV: || μεμνηστευμένην = RP
ἐμνηστευμένην ἀνδρὶ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
28 καὶ
 εἰσελθὼν = WH NA: || εἰσελθὼν ὁ ἄγγελος = Treg NIV RP
εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, κύριος μετὰ
 σοῦ = WH NA/NIV: || σοῦ εὐλογημένη σὺ ἐν γυναιξίν = Treg RP
σοῦ.
29  δὲ
 ἐπὶ τῷ λόγῳ διεταράχθη = WH Treg NA/NIV: || ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ = RP
ἐπὶ τῷ λόγῳ διεταράχθη ⸃ καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος.
30 καὶ εἶπεν ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· 36 καὶ ἰδοὺ Ἐλισάβετ
 συγγενίς = WH NA/NIV: || συγγενής = Treg RP
συγγενίς σου καὶ αὐτὴ
 συνείληφεν = WH Treg NA/NIV: || συνείληφυῖα = RP
συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ
 τοῦ θεοῦ = WH Treg NA/NIV: || τῷ θεῷ = RP
τοῦ θεοῦ ⸃ πᾶν ῥῆμα.
38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ἄγγελος.

39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν
 τὸν … Μαρίας ἡ Ἐλισάβετ = WH Treg NA/NIV: || ἡ Ἐλισάβετ τὸν … Μαρίας = RP
τὸν ἀσπασμὸν τῆς Μαρίας Ἐλισάβετ ⸃, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου Ἐλισάβετ,
42 καὶ ἀνεφώνησεν
 κραυγῇ = WH Treg NA/NIV: || φωνῇ = RP
κραυγῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου.
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ μήτηρ τοῦ κυρίου μου πρὸς
 ἐμέ = WH NA/NIV: || μέ = Treg RP
ἐμέ;
44 ἰδοὺ γὰρ ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν
 ἐν ἀγαλλιάσει τὸ βρέφος = WH Treg NA/NIV: || τὸ βρέφος ἐν ἀγαλλιάσει = RP
ἐν ἀγαλλιάσει τὸ βρέφος ⸃ ἐν τῇ κοιλίᾳ μου.
45 καὶ μακαρία πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.

46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· 49 ὅτι ἐποίησέν μοι
 μεγάλα = WH Treg NA/NIV: || μεγαλεῖα = RP
μεγάλα δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς
 καὶ γενεὰς = WH Treg NA/NIV: || γενεῶν = RP
καὶ γενεὰς ⸃ τοῖς φοβουμένοις αὐτόν.
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. 56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ
 ἡμέρᾳ τῇ ὀγδόῃ = WH Treg NA/NIV: || ὀγδόῃ ἡμέρᾳ = RP
ἡμέρᾳ τῇ ὀγδόῃ ⸃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
60 καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν
 ἐκ τῆς συγγενείας = WH Treg NA/NIV: || ἐν τῇ συγγενείᾳ = RP
ἐκ τῆς συγγενείας ⸃ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι
 αὐτό = WH Treg NA/NIV: || αὐτόν = RP
αὐτό.
63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης
 ἐστὶν = WH Treg NA/NIV: || ἐστὶν τὸ = RP
ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ
 γὰρ = WH Treg NA/NIV: || [omit] = RP
γὰρ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.

67 Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ
 ἐπροφήτευσεν = WH Treg NA/NIV: || προεφήτευσεν = RP
ἐπροφήτευσεν λέγων·
68 Εὐλογητὸς κύριος θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
 ἐν = WH Treg NA/NIV: || ἐν τῷ = RP
ἐν οἴκῳ
 Δαυὶδ = WH Treg NA/NIV: || Δαυὶδ τοῦ = RP
Δαυὶδ παιδὸς αὐτοῦ,
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν
 ἁγίων = WH Treg NA/NIV: || ἁγίων τῶν = RP
ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν 74 ἀφόβως ἐκ χειρὸς
 ἐχθρῶν = WH Treg NA/NIV: || τῶν ἐχθρῶν ἡμῶν = RP
ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ
 πάσαις ταῖς ἡμέραις = WH Treg NA/NIV: || πάσας τὰς ἡμέρας τὴς ζωῆς = RP
πάσαις ταῖς ἡμέραις ⸃ ἡμῶν.
76 καὶ σὺ
 δέ = WH Treg NA/NIV: || [omit] = RP
δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ
 ἐνώπιον = WH NA/NIV: || πρὸ προσώπου = Treg RP
ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς
 ἐπισκέψεται = WH NA/NIV: || ἐπεσκέψατο = Treg RP
ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

Copyright information for SBLG