Luke 13

Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ
 ἀποκριθεὶς = WH Treg NA/NIV: || ἀποκριθεὶς ὁ Ἰησοῦς = RP
ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι
 ταῦτα = WH Treg NA/NIV: || τοιαῦτα = RP
ταῦτα πεπόνθασιν;
οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες
 ὁμοίως = WH Treg NA/NIV: || ὡσαύτως = RP
ὁμοίως ἀπολεῖσθε.
ἐκεῖνοι οἱ
 δεκαοκτὼ = WH NA/NIV: || δέκα καὶ ὀκτὼ = RP Treg
δεκαοκτὼ ἐφ᾽ οὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι
 αὐτοὶ = WH Treg NA/NIV: || οὗτοι = RP
αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας
 τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς ἀνθρώπους τοὺς
 κατοικοῦντας = WH Treg NA/NIV: || κατοικοῦντας ἐν = RP
κατοικοῦντας Ἰερουσαλήμ;
οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ
 μετανοῆτε = NA/NIV RP: || μετανοήσητε = WH Treg
μετανοῆτε πάντες
 ὡσαύτως = WH Treg NA/NIV: || ὁμοίως = RP
ὡσαύτως ἀπολεῖσθε.

Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις
 πεφυτευμένην ἐν … αὐτοῦ = WH Treg NA/NIV: || ἐν … αὐτοῦ πεφυτευμένην = RP
πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη
 ἀφ᾽ οὗ = WH Treg NA/NIV: || [omit] = RP
ἀφ᾽ οὗ ⸃ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω·
 ἔκκοψον = WH Treg NIV RP: || ἔκκοψον οὖν = NA
ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν
 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, = WH Treg NA/NIV: || εἰ δὲ μήγε, εἰς τὸ μέλλον = RP
εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ⸃ ἐκκόψεις αὐτήν.

10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 11 καὶ ἰδοὺ
 γυνὴ = WH Treg NA/NIV: || γυνὴ ἦν = RP
γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη
 δεκαοκτώ = WH NA/NIV: || δέκα καὶ ὀκτὼ = RP Treg
δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12 ἰδὼν δὲ αὐτὴν Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14 ἀποκριθεὶς δὲ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ
 ὅτι = WH NA/NIV: || [omit] = Treg RP
ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν
 αὐταῖς = WH Treg NA/NIV: || ταύταις = RP
αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15 ἀπεκρίθη
 δὲ = WH Treg NA/NIV: || οὖν = RP
δὲ αὐτῷ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ
 ἀπαγαγὼν = Treg NA/NIV RP: || ἀπάγων = WH
ἀπαγαγὼν ποτίζει;
16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.

18 Ἔλεγεν
 οὖν = WH Treg NA/NIV: || δέ = RP
οὖν· Τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς
 δένδρον = WH NA/NIV: || δένδρον μέγα = Treg RP
δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

20 
 Καὶ = WH Treg NA/NIV: || [omit] = RP
Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ
 ἔκρυψεν = WH Treg: || ἐνέκρυψεν = NA/NIV RP
ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς
 Ἱεροσόλυμα = WH NA/NIV: || Ἱερουσαλήμ = Treg RP
Ἱεροσόλυμα.
23 εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; δὲ εἶπεν πρὸς αὐτούς· 24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς
 θύρας = WH Treg NA/NIV: || πύλης = RP
θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν,
25 ἀφ᾽ οὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες·
 Κύριε = WH Treg NA/NIV: || Κύριε κύριε = RP
Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
26 τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27 καὶ ἐρεῖ
 λέγων = WH NA/NIV: || Λέγω = Treg RP
λέγων ὑμῖν· Οὐκ
 οἶδα = WH Treg: || οἶδα ὑμᾶς = NA/NIV RP
οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες
 ἐργάται = WH Treg NA/NIV: || οἱ ἐργάται τῆς = RP
ἐργάται ἀδικίας.
28 ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, ὅταν
 ὄψησθε = WH NA/NIV RP: || ὄψεσθε = Treg
ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ
 ἀπὸ = WH Treg NA/NIV: || [omit] = RP
ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.

31 Ἐν αὐτῇ τῇ
 ὥρᾳ = WH NA/NIV: || ἡμέρᾳ = Treg RP
ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
32 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις
 ἀποτελῶ = WH Treg NA/NIV: || ἐπιτελῶ = RP
ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ. 34 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 ἰδοὺ ἀφίεται ὑμῖν οἶκος
 ὑμῶν = WH Treg NA: || ὑμῶν ἔρημος = NIV RP
ὑμῶν. λέγω
 δὲ = WH Treg RP NA: || [omit] = NIV
δὲ
 ὑμῖν = WH Treg NA/NIV: || ὑμῖν ὅτι = RP
ὑμῖν, οὐ μὴ
 ἴδητέ με = WH Treg NA/NIV: || με ἴδητε = RP
ἴδητέ με ⸃ ἕως
 ἥξει ὅτε = Treg NA: || [omit] = WH NIV; || ἄν ἥξει ὅτε = RP
ἥξει ὅτε ⸃ εἴπητε· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Copyright information for SBLG