Luke 14

1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων·
 Ἔξεστιν = WH Treg NA/NIV: || Εἰ ἔξεστιν = RP
Ἔξεστιν τῷ σαββάτῳ
 θεραπεῦσαι ἢ οὔ = WH Treg NA/NIV: || θεραπεύειν = RP
θεραπεῦσαι οὔ ⸃;
4οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5
 καὶ = WH Treg NA/NIV: || καὶ ἀποκριθεὶς = RP
καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς βοῦς εἰς φρέαρ
 πεσεῖται = WH Treg NA/NIV: || ἐμπεσεῖται = RP
πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν
 ἐν = WH NA/NIV: || ἐν τῇ = RP; || τῇ = Treg
ἐν ἡμέρᾳ τοῦ σαββάτου;
6καὶ οὐκ ἴσχυσαν
 ἀνταποκριθῆναι = WH Treg NA/NIV: || ἀνταποκριθῆναι αὐτῷ = RP
ἀνταποκριθῆναι πρὸς ταῦτα.

7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου κεκλημένος ὑπ᾽ αὐτοῦ 9καὶ ἐλθὼν σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ κεκληκώς σε
 ἐρεῖ = WH Treg NA/NIV: || εἴπῃ = RP
ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον
 πάντων = WH Treg NA/NIV: || [omit] = RP
πάντων τῶν συνανακειμένων σοι.
11ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ
 ἀντικαλέσωσίν σε = WH Treg NA/NIV: || σε ἀντικαλέσωσιν = RP
ἀντικαλέσωσίν σε ⸃ καὶ γένηται
 ἀνταπόδομά σοι = WH Treg NA/NIV: || σοι ἀνταπόδομα = RP
ἀνταπόδομά σοι ⸃.
13ἀλλ᾽ ὅταν
 δοχὴν ποιῇς = WH NA/NIV: || ποιῇς δοχήν = Treg RP
δοχὴν ποιῇς ⸃, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος
 ὅστις = WH Treg NA/NIV: || ὃς = RP
ὅστις φάγεται
 ἄρτον = WH Treg NA: || ἄριστον = NIV RP
ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16 δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις
 ἐποίει = WH Treg NA/NIV: || ἐποίησεν = RP
ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς,
17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά
 ἐστιν = WH NA/NIV: || ἐστιν πάντα = Treg RP
ἐστιν.
18καὶ ἤρξαντο ἀπὸ μιᾶς
 πάντες παραιτεῖσθαι = WH Treg NA/NIV: || παραιτεῖσθαι πάντες = RP
πάντες παραιτεῖσθαι ⸃. πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην
 ἐξελθὼν = WH Treg NA/NIV: || ἐξελθεῖν καὶ = RP
ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21καὶ παραγενόμενος
 δοῦλος = WH Treg NA/NIV: || δοῦλος ἐκεῖνος = RP
δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ
 τυφλοὺς καὶ χωλοὺς = WH Treg NA/NIV: || χωλοὺς καὶ τυφλοὺς = RP
τυφλοὺς καὶ χωλοὺς ⸃ εἰσάγαγε ὧδε.
22καὶ εἶπεν δοῦλος· Κύριε, γέγονεν
 ὃ = WH Treg NA/NIV: || ὡς = RP
ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
23καὶ εἶπεν κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ
 μου ὁ οἶκος = WH Treg NA/NIV: || ὁ οἶκος μου = RP
μου οἶκος ⸃·
24λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ
 δείπνου = WH Treg NA/NIV: || δείπνου Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί = RP
δείπνου.

25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα
 ἑαυτοῦ = WH NA/NIV: || αὐτοῦ = Treg RP
ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι
 τε = WH Treg NA/NIV: || δέ = RP
τε καὶ τὴν
 ψυχὴν ἑαυτοῦ = WH NA/NIV: || ἑαυτοῦ ψυχήν = Treg RP
ψυχὴν ἑαυτοῦ ⸃, οὐ δύναται
 εἶναί μου μαθητής = WH Treg NA/NIV: || μου μαθητὴς εἶναι = RP
εἶναί μου μαθητής ⸃.
27
 ὅστις = WH NA: || καὶ ὅστις = Treg NIV RP
ὅστις οὐ βαστάζει τὸν σταυρὸν
 ἑαυτοῦ = WH NA/NIV: || αὐτοῦ = Treg; || αὑτοῦ = RP
ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28τίς γὰρ ἐξ
 ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν ὁ = RP
ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ
 ἔχει = WH Treg NA/NIV: || ἔχει τὰ = RP
ἔχει εἰς ἀπαρτισμόν;
29ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται
 αὐτῷ ἐμπαίζειν = WH Treg NA/NIV: || ἐμπαίζειν αὐτῷ = RP
αὐτῷ ἐμπαίζειν ⸃
30λέγοντες ὅτι Οὗτος ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 τίς βασιλεὺς πορευόμενος
 ἑτέρῳ βασιλεῖ συμβαλεῖν = WH Treg NA/NIV: || συμβαλεῖν ἑτέρῳ βασιλεῖ = RP
ἑτέρῳ βασιλεῖ συμβαλεῖν ⸃ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον
 βουλεύσεται = WH NA/NIV: || βουλεύεται = Treg RP
βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν
 ὑπαντῆσαι = WH Treg NA/NIV: || ἀπαντῆσαι = RP
ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
32εἰ δὲ μήγε, ἔτι
 αὐτοῦ πόρρω = WH Treg NA/NIV: || πόρρω αὐτοῦ = RP
αὐτοῦ πόρρω ⸃ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ
 τὰ = Treg NA/NIV RP: || [omit] = WH
τὰ πρὸς εἰρήνην.
33οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται
 εἶναί μου = WH Treg NA/NIV: || μου εἶναι = RP
εἶναί μου ⸃ μαθητής.

34Καλὸν
 οὖν = WH Treg NA/NIV: || [omit] = RP
οὖν τὸ ἅλας· ἐὰν δὲ
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Copyright information for SBLG