Luke 2

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην·
 αὕτη = WH Treg NA/NIV: || αὕτη ἡ = RP
(αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·)
καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν
 ἑαυτοῦ = WH Treg NA/NIV: || ἰδίαν = RP
ἑαυτοῦ πόλιν.
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ
 ἐμνηστευμένῃ αὐτῷ = WH Treg NA/NIV: || μεμνηστευμένῃ αὐτῷ γυναικί = RP
ἐμνηστευμένῃ αὐτῷ ⸃, οὔσῃ ἐγκύῳ.
ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν
 ἐν = WH Treg NA/NIV: || ἐν τῇ = RP
ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
 καὶ = WH NA/NIV: || καὶ ἰδού = Treg RP
καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν·
10 καὶ εἶπεν αὐτοῖς ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· 12 καὶ τοῦτο ὑμῖν
 τὸ = Treg NA/NIV RP: || [omit] = WH
τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ κείμενον ἐν φάτνῃ.
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς
 οὐρανίου = WH NA/NIV RP: || οὐρανοῦ = Treg
οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων·
14 Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις
 εὐδοκίας = WH Treg NA/NIV: || εὐδοκία = RP
εὐδοκίας.

15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι,
 οἱ = WH NA/NIV: || καὶ οἱ ἄνθρωποι οἱ = Treg RP
οἱ ποιμένες
 ἐλάλουν = WH NA/NIV: || εἶπον = Treg RP
ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς κύριος ἐγνώρισεν ἡμῖν.
16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ
 ἐγνώρισαν = WH Treg NA/NIV: || διεγνώρισαν = RP
ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, 19  δὲ
 Μαρία = WH Treg: || Μαριὰμ = NA/NIV RP
Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων δύο νοσσοὺς περιστερῶν.

25 Καὶ ἰδοὺ
 ἄνθρωπος ἦν = WH Treg NA/NIV: || ἦν ἄνθρωπος = RP
ἄνθρωπος ἦν ⸃ ἐν Ἰερουσαλὴμ ὄνομα Συμεών, καὶ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ᾽ αὐτόν·
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν
 ἢ ἂν = WH NA/NIV: || ἂν = Treg; || ἢ = RP
ἂν ⸃ ἴδῃ τὸν χριστὸν κυρίου.
27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς
 ἀγκάλας = WH NA/NIV: || ἀγκάλας αὐτοῦ = Treg RP
ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν·
29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου 31  ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

33 καὶ ἦν
 ὁ πατὴρ αὐτοῦ = WH Treg NA/NIV: || Ἰωσὴφ = RP
πατὴρ αὐτοῦ ⸃ καὶ
 μήτηρ = WH Treg NA/NIV: || μήτηρ αὐτοῦ = RP
μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 35 καὶ σοῦ
 δὲ = Treg NA/NIV RP: || [omit] = WH
δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα
 μετὰ ἀνδρὸς ἔτη = WH Treg NA/NIV: || ἔτη μετὰ ἀνδρὸς = RP
μετὰ ἀνδρὸς ἔτη ⸃ ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37 καὶ αὐτὴ χήρα
 ἕως = WH Treg NA/NIV: || ὡς = RP
ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) οὐκ
 ἀφίστατο = WH Treg NA/NIV: || ἀφίστατο ἀπὸ = RP
ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
38 
 καὶ = WH Treg NA/NIV: || καὶ αὕτη = RP
καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ
 θεῷ = WH Treg NA/NIV: || κυρίῳ = RP
θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις
 λύτρωσιν = WH Treg NA/NIV: || λύτρωσιν ἐν = RP
λύτρωσιν Ἰερουσαλήμ.

39 Καὶ ὡς ἐτέλεσαν
 πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα τὰ κατὰ τὸν νόμον κυρίου,
 ἐπέστρεψαν = WH Treg NA/NIV: || ὑπέστρεψαν = RP
ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο
 πληρούμενον σοφίᾳ = WH Treg NA/NIV: || πνεύματι πληρούμενον σοφίας = RP
πληρούμενον σοφίᾳ ⸃, καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό.

41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα,
 ἀναβαινόντων = WH Treg NA/NIV: || ἀναβάντων = RP
ἀναβαινόντων
 αὐτῶν = WH NA/NIV: || αὐτῶν εἰς Ἱεροσόλυμα = Treg RP
αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ
 ἔγνωσαν οἱ γονεῖς = WH Treg NA/NIV: || ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ = RP
ἔγνωσαν οἱ γονεῖς ⸃ αὐτοῦ.
44 νομίσαντες δὲ αὐτὸν
 εἶναι ἐν τῇ συνοδίᾳ = WH Treg NA/NIV: || ἐν τῇ συνοδίᾳ εἶναι = RP
εἶναι ἐν τῇ συνοδίᾳ ⸃ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν
 καὶ = WH Treg NA/NIV: || καὶ ἐν = RP
καὶ τοῖς γνωστοῖς,
45 καὶ μὴ
 εὑρόντες = WH Treg NA/NIV: || εὑρόντες αὐτόν = RP
εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ
 ἀναζητοῦντες = WH Treg NA/NIV: || ζητοῦντες = RP
ἀναζητοῦντες αὐτόν.
46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ
 εἶπεν πρὸς … αὐτοῦ = WH Treg NA/NIV: || πρὸς … αὐτοῦ εἶπεν = RP
εἶπεν πρὸς αὐτὸν μήτηρ αὐτοῦ ⸃· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι
 ἐζητοῦμέν = Treg NA/NIV RP: || ζητοῦμέν = WH
ἐζητοῦμέν σε.
49 καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα
 ταῦτα = Treg RP: || [omit] = WH NA/NIV
ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.

52 Καὶ Ἰησοῦς προέκοπτεν
 σοφίᾳ καὶ ἡλικίᾳ = NIV RP: || τῇ σοφίᾳ καὶ ἡλικίᾳ = WH; || ἡλικίᾳ καὶ σοφίᾳ = Treg; || ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ = NA
σοφίᾳ καὶ ἡλικίᾳ ⸃ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Copyright information for SBLG