Luke 23

Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος
 ἡμῶν = WH Treg NA/NIV: || [omit] = RP
ἡμῶν καὶ κωλύοντα
 φόρους Καίσαρι = WH Treg NA/NIV: || Καίσαρι φόρους = RP
φόρους Καίσαρι ⸃ διδόναι
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ λέγοντα
 αὑτὸν = WH: || ἑαυτὸν = Treg NA/NIV RP
αὑτὸν χριστὸν βασιλέα εἶναι.
δὲ Πιλᾶτος
 ἠρώτησεν = WH Treg NA/NIV: || ἐπηρώτησεν = RP
ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.
δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας,
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Πιλᾶτος δὲ
 ἀκούσας = WH NA/NIV: || ἀκούσας Γαλιλαίαν = Treg RP
ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ
 ἐξ ἱκανῶν χρόνων θέλων = WH Treg NA/NIV: || θέλων ἐξ ἱκανοῦ = RP
ἐξ ἱκανῶν χρόνων θέλων ⸃ ἰδεῖν αὐτὸν διὰ τὸ
 ἀκούειν = WH Treg NA/NIV: || ἀκούειν πολλὰ = RP
ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν
 καὶ = NA/NIV: || [omit] = WH Treg RP
καὶ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας
 περιβαλὼν = WH NA/NIV: || αὐτὸν = Treg RP
περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
12 ἐγένοντο δὲ φίλοι τε
 Ἡρῴδης καὶ ὁ Πιλᾶτος = WH Treg NA/NIV: || Πιλάτος καὶ ὁ Ἡρῴδης = RP
Ἡρῴδης καὶ Πιλᾶτος ⸃ ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς
 αὑτούς = WH: || αὐτούς = Treg NA/NIV; || ἑαυτούς = RP
αὑτούς.

13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας
 οὐθὲν = WH Treg NA/NIV: || οὐδὲν = RP
οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ.
15 ἀλλ᾽ οὐδὲ Ἡρῴδης,
 ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς = WH NA/NIV: || ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν = Treg RP
ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς ⸃· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
16 παιδεύσας οὖν αὐτὸν
 ἀπολύσω = WH Treg NA/NIV: || ἀπολύσω 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. = RP
ἀπολύσω.

18 
 Ἀνέκραγον = WH Treg NA/NIV: || Ἀνέκραξαν = RP
Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν
 τὸν = WH Treg NA/NIV: || [omit] = RP
τὸν Βαραββᾶν·
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον
 βληθεὶς ἐν τῇ φυλακῇ = WH Treg NA/NIV: || βεβλημένος εἰς φυλακήν = RP
βληθεὶς ἐν τῇ φυλακῇ ⸃.
20 πάλιν
 δὲ = WH Treg NA/NIV: || οὖν = RP
δὲ Πιλᾶτος
 προσεφώνησεν = Treg RP: || προσεφώνησεν αὐτοῖς = WH NA/NIV
προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 οἱ δὲ ἐπεφώνουν λέγοντες·
 Σταύρου σταύρου = WH Treg NA/NIV: || Σταύρωσον σταύρωσον = RP
Σταύρου σταύρου ⸃ αὐτόν.
22  δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ
 αὐτῶν = WH NA/NIV: || αὐτῶν καὶ τῶν ἀρχιερέων = Treg RP
αὐτῶν.
24 
 καὶ = WH Treg NA/NIV: || Ὁ δὲ = RP
καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι
 Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον = WH Treg NA/NIV: || Σίμωνός τινος Κυρηναίου ἐρχομένου = RP
Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ⸃ ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν
 αἳ = WH Treg NA/NIV: || αἳ καὶ = RP
αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 στραφεὶς δὲ πρὸς αὐτὰς
 ὁ = NA/NIV RP: || [omit] = WH Treg
Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ
 αἱ = WH Treg NA/NIV: || [omit] = RP
αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ
 ἔθρεψαν = WH Treg NA/NIV: || ἐθήλασαν = RP
ἔθρεψαν.
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν
 τῷ = Treg NA/NIV RP: || [omit] = WH
τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32 Ἤγοντο δὲ καὶ ἕτεροι
 κακοῦργοι δύο = WH NA/NIV: || δύο κακοῦργοι = Treg RP
κακοῦργοι δύο ⸃ σὺν αὐτῷ ἀναιρεθῆναι.
33 καὶ ὅτε
 ἦλθον = WH Treg NA/NIV: || ἀπῆλθον = RP
ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
34 
 ὁ δὲ … ποιοῦσιν = Treg NA/NIV RP: || = [[WH]]
δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. ⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον
 κλήρους = NA/NIV: || κλῆρον = WH Treg RP
κλήρους.
35 καὶ εἱστήκει λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ
 ἄρχοντες = WH Treg NA/NIV: || ἄρχοντες σὺν αὐτοῖς = RP
ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν χριστὸς
 τοῦ θεοῦ ὁ = WH NA/NIV: || ὁ τοῦ θεοῦ = Treg RP
τοῦ θεοῦ, ὁ ⸃ ἐκλεκτός.
36 
 ἐνέπαιξαν = WH NA/NIV: || ἐνέπαιζον = Treg RP
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι,
 ὄξος = WH Treg NA/NIV: || καὶ ὄξος = RP
ὄξος προσφέροντες αὐτῷ
37 καὶ λέγοντες· Εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ
 ἐπιγραφὴ = WH NA/NIV: || ἐπιγραφὴ ἐπιγεγραμμένη = Treg; || ἐπιγραφὴ γεγραμμένη = RP
ἐπιγραφὴ ἐπ᾽
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν = RP
αὐτῷ· βασιλεὺς τῶν Ἰουδαίων
 οὗτος = WH Treg NA/NIV: || [omit] = RP
οὗτος.

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν
 λέγων = Treg NA/NIV RP: || [omit] = WH
λέγων·
 Οὐχὶ = WH Treg NA/NIV: || Εἰ = RP
Οὐχὶ σὺ εἶ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 ἀποκριθεὶς δὲ ἕτερος
 ἐπιτιμῶν αὐτῷ ἔφη = WH Treg NA/NIV: || ἐπετίμα αὐτῷ λέγων = RP
ἐπιτιμῶν αὐτῷ ἔφη ⸃· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ
 ἔλεγεν = WH Treg NA/NIV: || ἔλεγεν τᾠ = RP
ἔλεγεν· Ἰησοῦ, μνήσθητί
 μου = WH Treg NA/NIV: || μου κύριε = RP
μου ὅταν ἔλθῃς
 ἐν τῇ βασιλείᾳ = Treg RP: || εἰς τὴν βασιλείαν = WH NA/NIV
ἐν τῇ βασιλείᾳ ⸃ σου.
43 καὶ εἶπεν
 αὐτῷ = WH NA/NIV: || αὐτῷ ὁ Ἰησοῦς = Treg RP
αὐτῷ· Ἀμήν
 σοι λέγω = WH Treg NA/NIV: || λέγω σοι = RP
σοι λέγω ⸃ σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

44 
 Καὶ ἦν = WH Treg NA/NIV: || Ἦν δὲ = RP
Καὶ ἦν ⸃
 ἤδη = WH Treg NA/NIV: || [omit] = RP
ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
45 
 τοῦ ἡλίου ἐκλιπόντος = WH NA/NIV: || καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ = Treg RP
τοῦ ἡλίου ἐκλιπόντος ⸃, ἐσχίσθη
 δὲ = WH NA/NIV: || [omit] = Treg RP
δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
46 καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου
 παρατίθεμαι = WH Treg NA/NIV: || παραθήσομαι = RP
παρατίθεμαι τὸ πνεῦμά μου.
 τοῦτο δὲ = WH Treg NA/NIV: || καὶ ταῦτα = RP
τοῦτο δὲ ⸃ εἰπὼν ἐξέπνευσεν.
47 Ἰδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον
 ἐδόξαζεν = WH Treg NA/NIV: || ἐδόξασεν = RP
ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν.
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην,
 θεωρήσαντες = WH Treg NA/NIV: || θεωροῦντες = RP
θεωρήσαντες τὰ γενόμενα,
 τύπτοντες = WH Treg NA/NIV: || τύπτοντες ἑαυτῶν = RP
τύπτοντες τὰ στήθη ὑπέστρεφον.
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ
 αὐτῷ = WH Treg NA/NIV: || αὐτοῦ = RP
αὐτῷ
 μακρόθεν = Treg RP: || απο μακρόθεν = WH NA/NIV
μακρόθεν, καὶ γυναῖκες αἱ
 συνακολουθοῦσαι = WH Treg NA/NIV: || συνακολουθήσασαι = RP
συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων,
 ἀνὴρ = WH Treg RP: || καὶ ἀνὴρ = NA/NIV
ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—
51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς
 προσεδέχετο = WH Treg NA/NIV: || καὶ προσεδέχετο καὶ αὐτὸς = RP
προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ
 καθελὼν = WH Treg NA/NIV: || καθελὼν αὐτὸ = RP
καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν
 αὐτὸν = WH Treg NA: || αὐτὸ = NIV RP
αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν
 οὐδεὶς οὔπω = WH Treg NA/NIV: || οὐδέπω οὐδεὶς = RP
οὐδεὶς οὔπω ⸃ κείμενος.
54 καὶ ἡμέρα ἦν
 παρασκευῆς καὶ = WH Treg NA/NIV: || Παρασκευή = RP
παρασκευῆς, καὶ ⸃ σάββατον ἐπέφωσκεν.
55 κατακολουθήσασαι δὲ
 αἱ = WH Treg NA/NIV: || [omit] = RP
αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι
 ἐκ τῆς Γαλιλαίας αὐτῷ = WH NA/NIV: || αὐτῷ ἐκ τῆς Γαλιλαίας = Treg RP
ἐκ τῆς Γαλιλαίας αὐτῷ ⸃, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.

Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,

Copyright information for SBLG