Luke 4

1Ἰησοῦς δὲ
 πλήρης πνεύματος ἁγίου = WH Treg NA/NIV: || πνεύματος ἁγίου πλήρης = RP
πλήρης πνεύματος ἁγίου ⸃ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι
 ἐν τῇ ἐρήμῳ = WH Treg NA/NIV: || εἰς τήν ἐρήμον = RP
ἐν τῇ ἐρήμῳ ⸃
2ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν ὕστερον = RP
αὐτῶν ἐπείνασεν.
3
 εἶπεν δὲ = WH Treg NA/NIV: || Καὶ εἶπεν = RP
εἶπεν δὲ ⸃ αὐτῷ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
4καὶ ἀπεκρίθη
 πρὸς αὐτὸν ὁ Ἰησοῦς = WH NA/NIV Treg: || Ἰησοῦς πρὸς αὐτόν λέγων = RP
πρὸς αὐτὸν Ἰησοῦς ⸃· Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
 ἄνθρωπος = WH NA/NIV: || ἄνθρωπος ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ = Treg RP
ἄνθρωπος.

5Καὶ ἀναγαγὼν
 αὐτὸν = WH Treg NA: || αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν = NIV RP
αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
6καὶ εἶπεν αὐτῷ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ
 ἂν = WH Treg: || ἐὰν = NA/NIV RP
ἂν θέλω δίδωμι αὐτήν·
7σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8καὶ ἀποκριθεὶς
 ὁ Ἰησοῦς εἶπεν αὐτῷ = WH NA/NIV: || αὐτῷ εἶπεν ὁ Ἰησοῦς = Treg; || αὐτῷ εἶπεν ὁ Ἰησοῦς Ὕπαγε ὀπίσω μου Σατανᾶ = RP
Ἰησοῦς εἶπεν αὐτῷ ⸃· Γέγραπται·
 Κύριον τὸν θεόν σου προσκυνήσεις = WH Treg NA/NIV: || Προσκυνήσεις κύριον τὸν θεόν σου = RP
Κύριον τὸν θεόν σου προσκυνήσεις ⸃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.

9
 Ἤγαγεν δὲ = WH Treg NA/NIV: || Καὶ ἤγαγεν = RP
Ἤγαγεν δὲ ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ
 ἔστησεν = WH NA/NIV: || ἔστησεν αὐτὸν = Treg RP
ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
10γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11καὶ
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13καὶ συντελέσας πάντα πειρασμὸν διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.

14Καὶ ὑπέστρεψεν Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

16Καὶ ἦλθεν
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
17καὶ ἐπεδόθη αὐτῷ βιβλίον
 τοῦ προφήτου Ἠσαΐου = WH Treg NA/NIV: || Ἠσαΐου τοῦ προφήτου = RP
τοῦ προφήτου Ἠσαΐου ⸃ καὶ
 ἀναπτύξας = NA/NIV RP: || ἀνοίξας = WH Treg
ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·
18Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν
 με = WH Treg NA/NIV: || με ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν = RP
με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
19κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων
 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ = WH Treg NA/NIV: || ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ = RP
οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ⸃ ἦσαν ἀτενίζοντες αὐτῷ.
21ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον·
 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος = WH NA/NIV: || Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ = Treg; || Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ = RP
Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος ⸃;
23καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα
 εἰς τὴν Καφαρναοὺμ = WH NA/NIV: || εἰς Καφαρναοὺμ = Treg; || ἐν τῇ Καπερναούμ = RP
εἰς τὴν Καφαρναοὺμ ⸃ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
24εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη οὐρανὸς
 ἐπὶ = NA/NIV RP: || [omit] = WH Treg
ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
26καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς
 Σιδωνίας = WH Treg NA/NIV: || Σιδῶνος = RP
Σιδωνίας πρὸς γυναῖκα χήραν.
27καὶ πολλοὶ λεπροὶ ἦσαν
 ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου = WH Treg NA/NIV: || ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ = RP
ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου ⸃, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν Σύρος.
28καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ πόλις
 ᾠκοδόμητο αὐτῶν ὥστε = WH Treg NA/NIV: || αὐτῶν ᾠκοδόμητο εἰς τὸ = RP
ᾠκοδόμητο αὐτῶν, ὥστε ⸃ κατακρημνίσαι αὐτόν·
30αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

31Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 32καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ. 33καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34
 Ἔα = WH NA/NIV: || λέγων Ἔα = Treg RP
Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ.
35καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε
 ἀπ᾽ = WH Treg NA/NIV: || ἐξ = RP
ἀπ᾽ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς
 τὸ = WH Treg NA/NIV: || [omit] = RP
τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
36καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; 37καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

38Ἀναστὰς δὲ
 ἀπὸ = WH Treg NA/NIV: || ἐκ = RP
ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
39καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

40Δύνοντος δὲ τοῦ ἡλίου
 ἅπαντες = WH NA/NIV: || πάντες = Treg RP
ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας
 ἐπιτιθεὶς ἐθεράπευεν = WH Treg NA/NIV: || ἐπιθεὶς ἐθεράπευσεν = RP
ἐπιτιθεὶς ἐθεράπευεν ⸃ αὐτούς.
41ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν
 κραυγάζοντα = NA/NIV: || κράζοντα = WH Treg RP
κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ
 εἶ = WH Treg NA/NIV: || εἶ ὁ χριστὸς = RP
εἶ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

42Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν. 43 δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι
 ἐπὶ = WH Treg NA/NIV: || εἰς = RP
ἐπὶ τοῦτο
 ἀπεστάλην = WH Treg NA/NIV: || ἀπεστάλμαι = RP
ἀπεστάλην.
44καὶ ἦν κηρύσσων
 εἰς τὰς συναγωγὰς = WH Treg NA/NIV: || ἐν ταῖς συναγωγαῖς = RP
εἰς τὰς συναγωγὰς ⸃ τῆς
 Ἰουδαίας = WH NA/NIV: || Γαλιλαίας = Treg RP
Ἰουδαίας.

Copyright information for SBLG