Luke 5

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ
 καὶ = WH Treg NA/NIV: || τοῦ = RP
καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ,
καὶ εἶδεν
 δύο πλοῖα = Treg NA/NIV RP: || πλοῖα δύο = WH
δύο πλοῖα ⸃ ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς
 ἀπ᾽ αὐτῶν ἀποβάντες = WH Treg NA/NIV: || ἀποβάντες ἀπ᾽ αὐτῶν = RP
ἀπ᾽ αὐτῶν ἀποβάντες ⸃
 ἔπλυνον = WH Treg NA/NIV: || ἀπέπλυναν = RP
ἔπλυνον τὰ δίκτυα.
ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων,
 ἦν = WH Treg NA/NIV: || ἦν τοῦ = RP
ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον,
 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν = WH NA/NIV: || καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου = Treg RP
καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν ⸃ τοὺς ὄχλους.
ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς
 Σίμων = WH Treg NA/NIV: || ὁ Σίμων = RP
Σίμων
 εἶπεν = WH NA/NIV: || εἶπεν αὐτῷ = Treg RP
εἶπεν· Ἐπιστάτα, δι᾽
 ὅλης = WH Treg NA/NIV: || ὅλης τῆς = RP
ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω
 τὰ δίκτυα = WH Treg NA/NIV: || τὸ δίκτυον = RP
τὰ δίκτυα ⸃.
καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ,
 διερρήσσετο = WH Treg NA/NIV: || διερρήγνυτο = RP
διερρήσσετο δὲ
 τὰ δίκτυα = WH Treg NA/NIV: || τὸ δίκτυον = RP
τὰ δίκτυα ⸃ αὐτῶν.
καὶ κατένευσαν τοῖς
 μετόχοις = WH Treg NA/NIV: || μετόχοις τοῖς = RP
μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.
ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων
 ὧν = WH Treg NA/NIV: || ᾗ = RP
ὧν συνέλαβον,
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα
 ὁ = Treg NA/NIV RP: || [omit] = WH
Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες
 πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα ἠκολούθησαν αὐτῷ.

12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας·
 καὶ ἰδὼν = Treg RP: || ἰδὼν δὲ = WH NA/NIV
καὶ ἰδὼν ⸃ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ
 εἰπών = RP: || λέγων = WH Treg NA/NIV
εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15 διήρχετο δὲ μᾶλλον λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ
 θεραπεύεσθαι = WH Treg NA/NIV: || θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ = RP
θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι
 αὐτόν = WH NA/NIV: || αὐτούς = Treg RP
αὐτόν.
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ
 θεῖναι = Treg RP: || θεῖναι αὐτὸν = WH NA/NIV
θεῖναι ἐνώπιον αὐτοῦ.
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν αὐτῷ = RP
εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται
 ἁμαρτίας ἀφεῖναι = WH Treg NA/NIV: || ἀφεῖναι ἁμαρτίας = RP
ἁμαρτίας ἀφεῖναι ⸃ εἰ μὴ μόνος θεός;
22 ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, εἰπεῖν·
 Ἔγειρε = WH Treg NA/NIV: || Ἔγειραι = RP
Ἔγειρε καὶ περιπάτει;
24 ἵνα δὲ εἰδῆτε ὅτι
 ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει = WH Treg NA/NIV: || ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου = RP
υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ⸃ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω,
 ἔγειρε = WH Treg NA/NIV: || ἔγειραι = RP
ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. 26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.

27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. 28 καὶ καταλιπὼν
 πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα ἀναστὰς
 ἠκολούθει = WH Treg NA/NIV: || ἠκολούθησεν = RP
ἠκολούθει αὐτῷ.

29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος
 πολὺς τελωνῶν = WH Treg NA/NIV: || τελωνῶν πολὺς = RP
πολὺς τελωνῶν ⸃ καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 καὶ ἐγόγγυζον οἱ
 Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν = WH Treg NA/NIV: || γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι = RP
Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν ⸃ πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· 32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν·
 Οἱ = WH NA/NIV: || Διὰ τί οἱ = Treg RP
Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
34 
 δὲ = RP: || δὲ Ἰησοῦς = WH Treg NA/NIV
δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι
 νηστεῦσαι = WH Treg NA/NIV: || νηστεύειν = RP
νηστεῦσαι;
35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα
 ἀπὸ = WH Treg NA/NIV: || [omit] = RP
ἀπὸ ἱματίου καινοῦ
 σχίσας = WH Treg NA/NIV: || [omit] = RP
σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν
 σχίσει = WH Treg NA/NIV: || σχίζει = RP
σχίσει καὶ τῷ παλαιῷ οὐ
 συμφωνήσει τὸ ἐπίβλημα = WH Treg NA/NIV: || συμφωνεῖ = RP
συμφωνήσει τὸ ἐπίβλημα ⸃ τὸ ἀπὸ τοῦ καινοῦ.
37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει
 οἶνος ὁ νέος = WH Treg NA/NIV: || νέος οἶνος = RP
οἶνος νέος ⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς
 βλητέον = WH NA/NIV: || βλητέον καὶ ἀμφότεροι συντηροῦνται = Treg RP
βλητέον.
39 
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ οὐδεὶς πιὼν
 παλαιὸν = WH Treg NA/NIV: || παλαιὸν εὐθέως = RP
παλαιὸν θέλει νέον· λέγει γάρ· παλαιὸς
 χρηστός = WH Treg NA: || χρηστότερός = NIV RP
χρηστός ἐστιν.

Copyright information for SBLG