Luke 7

 Ἐπειδὴ = WH Treg NA/NIV: || Ἐπει δὲ = RP
Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν
 παρέξῃ = WH Treg NA/NIV: || παρέξει = RP
παρέξῃ τοῦτο,
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν
 φίλους ὁ ἑκατοντάρχης = WH NA/NIV: || πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος = Treg; || πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους = RP
φίλους ἑκατοντάρχης ⸃ λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ
 ἱκανός εἰμι = WH Treg NA/NIV: || εἰμι ἱκανός = RP
ἱκανός εἰμι ⸃ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ
 ἰαθήτω = WH Treg NA/NIV: || ἰαθήσεται = RP
ἰαθήτω παῖς μου·
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν,
 οὐδὲ = WH Treg NA/NIV: || οὔτε = RP
οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
10 καὶ ὑποστρέψαντες
 εἰς τὸν οἶκον οἱ πεμφθέντες = WH Treg NA/NIV: || οἱ πεμφθέντες εἰς τὸν οἶκον = RP
εἰς τὸν οἶκον οἱ πεμφθέντες ⸃ εὗρον
 τὸν = WH Treg NA/NIV: || τὸν ἀσθενοῦντα = RP
τὸν δοῦλον ὑγιαίνοντα.

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς
 ἐπορεύθη = WH NA/NIV: || ἐπορεύετο = Treg RP
ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἱκανοί = RP
αὐτοῦ καὶ ὄχλος πολύς.
12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς
 μονογενὴς υἱὸς = WH Treg NA/NIV: || υἱὸς μονογενὴς = RP
μονογενὴς υἱὸς ⸃ τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ
 ἦν = WH Treg NA/NIV: || [omit] = RP
ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς
 ἦν = WH Treg NA/NIV: || [omit] = RP
ἦν σὺν αὐτῇ.
13 καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας
 ἠγέρθη = WH Treg NA/NIV: || ἐγήγερται = RP
ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ.
17 καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ
 καὶ = WH NA/NIV: || καὶ ἐν = Treg RP
καὶ πάσῃ τῇ περιχώρῳ.

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸν
 κύριον = WH Treg NA/NIV: || Ἰησοῦν = RP
κύριον λέγων· Σὺ εἶ ἐρχόμενος
 ἄλλον = NA/NIV RP: || ἕτερον = WH Treg
ἄλλον προσδοκῶμεν;
20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης βαπτιστὴς
 ἀπέστειλεν = WH NA/NIV: || ἀπέσταλκεν = Treg RP
ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν;
21 ἐν
 ἐκείνῃ = WH Treg NA/NIV: || αὐτῇ δὲ = RP
ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς
 ἐχαρίσατο = WH Treg NA/NIV: || ἐχαρίσατο τὸ = RP
ἐχαρίσατο βλέπειν.
22 καὶ
 ἀποκριθεὶς = WH Treg NA/NIV: || ἀποκριθεὶς ὁ Ἰησοῦς = RP
ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε·
 τυφλοὶ = WH NA/NIV: || ὅτι τυφλοὶ = Treg RP
τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται,
 κωφοὶ = Treg RP: || καὶ κωφοὶ = WH NA/NIV
κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν
 πρὸς τοὺς ὄχλους = WH Treg NA/NIV: || τοῖς ὄχλοις = RP
πρὸς τοὺς ὄχλους ⸃ περὶ Ἰωάννου· Τί
 ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25 ἀλλὰ τί
 ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26 ἀλλὰ τί
 ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27 οὗτός ἐστιν περὶ οὗ γέγραπται·
 Ἰδοὺ = WH Treg NA/NIV: || Ἰδοὺ ἐγώ = RP
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
28 
 λέγω = WH Treg NA/NIV: || λέγω γὰρ = RP
λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν
 Ἰωάννου = WH NA/NIV: || προφήτης Ἰωάννου = Treg; || προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ = RP
Ἰωάννου οὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
29 (καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.)

31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις,
 ἃ λέγει = WH NA/NIV: || λέγοντες = Treg; || καὶ λέγουσιν = RP
λέγει ⸃· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε·
 ἐθρηνήσαμεν = WH Treg NA/NIV: || ἐθρηνήσαμεν ὑμῖν = RP
ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε·
33 ἐλήλυθεν γὰρ Ἰωάννης βαπτιστὴς
 μὴ = WH NA/NIV: || μήτε = Treg RP
μὴ
 ἐσθίων ἄρτον μήτε πίνων οἶνον = WH Treg NA/NIV: || ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων = RP
ἐσθίων ἄρτον μήτε πίνων οἶνον ⸃, καὶ λέγετε· Δαιμόνιον ἔχει·
34 ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη σοφία ἀπὸ
 πάντων τῶν τέκνων αὐτῆς = WH Treg NA/NIV: || τῶν τέκνων αὐτῆς πάντων = RP
πάντων τῶν τέκνων αὐτῆς ⸃.

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς
 τὸν οἶκον = WH Treg NA/NIV: || τὴν οἶκὶαν = RP
τὸν οἶκον ⸃ τοῦ Φαρισαίου
 κατεκλίθη = WH Treg NA/NIV: || ἀνεκλίθη = RP
κατεκλίθη.
37 καὶ ἰδοὺ γυνὴ
 ἥτις ἦν ἐν τῇ πόλει = WH Treg NA/NIV: || ἐν τῇ πόλει ἥτις ἦν = RP
ἥτις ἦν ἐν τῇ πόλει ⸃ ἁμαρτωλός,
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἐπιγνοῦσα ὅτι
 κατάκειται = WH Treg NA/NIV: || ἀνάκειται = RP
κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
38 καὶ στᾶσα
 ὀπίσω παρὰ … αὐτοῦ = WH Treg NA/NIV: || παρὰ … αὐτοῦ ὀπίσω = RP
ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ ⸃ κλαίουσα,
 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ = WH Treg NA/NIV: || ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν = RP
τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ ⸃ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
39 ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ
 ἦν = Treg NA/NIV RP: || ἦν ὁ = WH
ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
40 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. δέ·
 Διδάσκαλε εἰπέ φησίν = WH Treg NA/NIV: || φησίν Διδάσκαλε εἰπέ = RP
Διδάσκαλε, εἰπέ, φησίν ⸃.
41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· εἷς ὤφειλεν δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα. 42 μὴ
 ἐχόντων = WH Treg NA/NIV: || ἐχόντων δὲ = RP
ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν εἶπέ = RP
αὐτῶν πλεῖον
 ἀγαπήσει αὐτόν = WH Treg NA/NIV: || αὐτὸν ἀγαπήσει = RP
ἀγαπήσει αὐτόν ⸃;
43 
 ἀποκριθεὶς = WH NA/NIV: || ἀποκριθεὶς ὁ = Treg; || ἀποκριθεὶς δὲ ὁ = RP
ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο. δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας.
44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ
 μοι = WH Treg NA/NIV: || [omit] = RP
μοι ἐπὶ
 πόδας = WH Treg NA/NIV: || τοὺς πόδας μου = RP
πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς
 θριξὶν = WH Treg NA/NIV: || θριξὶν τὴς κεφαλῆς = RP
θριξὶν αὐτῆς ἐξέμαξεν.
45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν
 τοὺς πόδας μου = WH Treg NA/NIV: || μου τοὺς πόδας = RP
τοὺς πόδας μου ⸃.
47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Copyright information for SBLG