Luke 8

Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς
 ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τῶν ὑπαρχόντων αὐταῖς.

Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς· Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. καὶ ἕτερον
 κατέπεσεν = WH Treg NA/NIV: || ἔπεσεν = RP
κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ λέγοντες = RP
αὐτοῦ τίς
 αὕτη εἴη ἡ παραβολή = WH NA/NIV: || εἴη ἡ παραβολὴ αὕτη = Treg RP
αὕτη εἴη παραβολή ⸃.
10  δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.

11 Ἔστιν δὲ αὕτη παραβολή· σπόρος ἐστὶν λόγος τοῦ θεοῦ. 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ
 ἀκούσαντες = WH Treg NA/NIV: || ἀκούοντες = RP
ἀκούσαντες, εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.

16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας
 τίθησιν = WH Treg NA/NIV: || ἐπιτίθησιν = RP
τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
17 οὐ γάρ ἐστιν κρυπτὸν οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον οὐ
 μὴ γνωσθῇ = WH Treg NA/NIV: || γνωσθήσεται = RP
μὴ γνωσθῇ ⸃ καὶ εἰς φανερὸν ἔλθῃ.
18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς
 ἂν γὰρ = WH Treg NA/NIV: || γὰρ ἐὰν = RP
ἂν γὰρ ⸃ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς
 ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν μὴ ἔχῃ, καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

19 
 Παρεγένετο = WH Treg NA/NIV: || Παρεγένοντο = RP
Παρεγένετο δὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
20 
 ἀπηγγέλη δὲ = WH Treg NA/NIV: || Καὶ ἀπηγγέλη = RP
ἀπηγγέλη δὲ ⸃
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ λέγοντων = RP
αὐτῷ· μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν
 σε θέλοντές = RP: || θέλοντές σε = WH Treg NA/NIV
σε θέλοντές ⸃.
21  δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ
 ποιοῦντες = WH Treg NA/NIV: || ποιοῦντες αὐτόν = RP
ποιοῦντες.

22 
 Ἐγένετο δὲ = WH Treg NA/NIV: || Καὶ ἐγένετο = RP
Ἐγένετο δὲ ⸃ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.
23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· δὲ
 διεγερθεὶς = WH Treg NA/NIV: || ἐγερθεὶς = RP
διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25 εἶπεν δὲ αὐτοῖς·
 Ποῦ = WH Treg NA/NIV: || Ποῦ ἐστιν = RP
Ποῦ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν
 Γερασηνῶν = WH Treg NA/NIV: || Γαδαρηνῶν = RP
Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν
 ὑπήντησεν = WH NA/NIV: || ὑπήντησεν αὐτῷ = Treg RP
ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως
 ἔχων = WH NA/NIV: || ὃς εἶχεν = Treg RP
ἔχων δαιμόνια·
 καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον = WH Treg NA/NIV: || ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο = RP
καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον ⸃, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ᾽ ἐν τοῖς μνήμασιν.
28 ἰδὼν δὲ τὸν
 Ἰησοῦν = WH Treg NA/NIV: || Ἰησοῦν καὶ = RP
Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς·
29 
 παρήγγελλεν = WH Treg: || παρήγγειλεν = NA/NIV RP
παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ
 ἐδεσμεύετο = WH Treg NA/NIV: || ἐδεσμεῖτο = RP
ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο
 ὑπὸ = Treg NA/NIV RP: || ἀπὸ = WH
ὑπὸ τοῦ
 δαιμονίου = WH Treg NA/NIV: || δαίμονος = RP
δαιμονίου εἰς τὰς ἐρήμους.
30 ἐπηρώτησεν δὲ αὐτὸν
 Ἰησοῦς = WH NA/NIV: || Ἰησοῦς λέγων = Treg RP
Ἰησοῦς· Τί σοι
 ὄνομά ἐστιν = WH Treg NA/NIV: || ἐστιν ὄνομα = RP
ὄνομά ἐστιν ⸃; δὲ εἶπεν· Λεγιών, ὅτι
 εἰσῆλθεν δαιμόνια πολλὰ = WH NA/NIV: || δαιμόνια πολλὰ εἰσῆλθεν = Treg RP
εἰσῆλθεν δαιμόνια πολλὰ ⸃ εἰς αὐτόν.
31 καὶ
 παρεκάλουν = WH Treg NA/NIV: || παρεκάλει = RP
παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.

32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν
 βοσκομένη = WH NA/NIV: || βοσκομένων = Treg RP
βοσκομένη ἐν τῷ ὄρει· καὶ
 παρεκάλεσαν = WH Treg NA/NIV: || παρεκάλουν = RP
παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ
 γεγονὸς = WH Treg NA/NIV: || γεγενημένον = RP
γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια
 ἐξῆλθεν = WH NA/NIV: || ἐξεληλύθει = Treg RP
ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
36 ἀπήγγειλαν δὲ
 αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς καὶ = RP
αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς.
37 καὶ
 ἠρώτησεν = WH Treg NA/NIV: || ἠρώτησαν = RP
ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν
 Γερασηνῶν = WH Treg NA/NIV: || Γαδαρηνῶν = RP
Γερασηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς
 εἰς = WH Treg NA/NIV: || εἰς τὸ = RP
εἰς πλοῖον ὑπέστρεψεν.
38 ἐδεῖτο δὲ αὐτοῦ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ
 αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν ὁ Ἰησοῦς = RP
αὐτὸν λέγων·
39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα
 σοι ἐποίησεν = WH Treg NA/NIV: || ἐποίησεν σοι = RP
σοι ἐποίησεν ⸃ θεός. καὶ ἀπῆλθεν καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς.

40 
 Ἐν δὲ = WH Treg NA/NIV: || Ἐγένετο δὲ ἐν = RP
Ἐν δὲ ⸃ τῷ
 ὑποστρέφειν = WH NA/NIV: || ὑποστρέψαι = Treg RP
ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ὄνομα Ἰάϊρος, καὶ
 οὗτος = WH Treg NA/NIV: || αὐτὸς = RP
οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας
 τοῦ = Treg NA/NIV RP: || [omit] = WH
τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις
 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον = Treg RP NA: || [omit] = WH NIV
ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον ⸃ οὐκ ἴσχυσεν
 ἀπ᾽ = WH Treg NA/NIV: || ὑπ᾽ = RP
ἀπ᾽ οὐδενὸς θεραπευθῆναι,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν Ἰησοῦς· Τίς ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν
 Πέτρος = WH NA/NIV: || Πέτρος καὶ οἱ σὺν αὐτῷ = Treg; || Πέτρος καὶ οἱ μετ᾽ αὐτοῦ = RP
Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ
 ἀποθλίβουσιν = WH NA/NIV: || ἀποθλίβουσιν καὶ λέγεις Τίς ὁ ἁψάμενός μου = Treg RP
ἀποθλίβουσιν.
46  δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν
 ἐξεληλυθυῖαν = WH Treg NA/NIV: || ἐξελθοῦσαν = RP
ἐξεληλυθυῖαν ἀπ᾽ ἐμοῦ.
47 ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ
 ἀπήγγειλεν = WH Treg NA/NIV: || ἀπήγγειλεν αὐτῷ = RP
ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
48  δὲ εἶπεν αὐτῇ·
 Θυγάτηρ = WH Treg NA/NIV: || Θάρσει θύγατερ = RP
Θυγάτηρ, πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου
 λέγων = WH NA/NIV: || λέγων αὐτῷ = Treg RP
λέγων ὅτι Τέθνηκεν θυγάτηρ σου,
 μηκέτι = WH Treg NA/NIV: || μὴ = RP
μηκέτι σκύλλε τὸν διδάσκαλον.
50  δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ λέγων = RP
αὐτῷ· Μὴ φοβοῦ, μόνον
 πίστευσον = WH Treg NA/NIV: || πίστευε = RP
πίστευσον, καὶ σωθήσεται.
51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν
 τινα σὺν αὐτῷ = WH Treg NA/NIV: || οὐδένα = RP
τινα σὺν αὐτῷ ⸃ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπεν· Μὴ κλαίετε,
 οὐ γὰρ = WH Treg NA/NIV: || οὐκ = RP
οὐ γὰρ ⸃ ἀπέθανεν ἀλλὰ καθεύδει.
53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς
 δὲ = WH Treg NA/NIV: || δὲ ἐκβαλὼν ἔξω πάντας καὶ = RP
δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· παῖς,
 ἔγειρε = WH Treg NA/NIV: || ἔγειρου = RP
ἔγειρε.
55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Copyright information for SBLG