Luke 9

Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι
 τοὺς ἀσθενεῖς = Treg NA/NIV: || [omit] = WH; || τοὺς ἀσθενοῦντας = RP
τοὺς ἀσθενεῖς ⸃,
καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε
 ῥάβδον = WH Treg NA/NIV: || ῥάβδους = RP
ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε
 ἀνὰ = Treg NA/NIV RP: || [omit] = WH
ἀνὰ δύο χιτῶνας ἔχειν.
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι
 ἂν = WH Treg NA/NIV: || ἐάν = RP
ἂν μὴ
 δέχωνται = WH Treg NA/NIV: || δέξωνται = RP
δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως
 ἐκείνης = WH Treg NA/NIV: || ἐκείνης καὶ = RP
ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν
 ἀποτινάσσετε = WH NA/NIV: || ἀποτινάξατε = Treg RP
ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

Ἤκουσεν δὲ Ἡρῴδης τετραάρχης τὰ
 γινόμενα = WH Treg NA/NIV: || γινόμενα ὑπ᾽ αὐτοῦ = RP
γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης
 ἠγέρθη = WH Treg NA/NIV: || ἐγήγερται = RP
ἠγέρθη ἐκ νεκρῶν,
ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης
 τις = WH Treg NA/NIV: || εἷς = RP
τις τῶν ἀρχαίων ἀνέστη.
 εἶπεν δὲ = WH Treg NA/NIV: || Καὶ εἶπεν = RP
εἶπεν δὲ ⸃
 ὁ = WH RP: || [omit] = Treg NA/NIV
Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ
 οὗ = WH NA/NIV: || οὗ ἐγὼ = Treg RP
οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.

10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς
 πόλιν καλουμένην Βηθσαϊδά = WH Treg NA/NIV: || τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν = RP
πόλιν καλουμένην Βηθσαϊδά ⸃.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ
 ἀποδεξάμενος = WH Treg NA/NIV: || δεξάμενος = RP
ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.

12  δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα
 πορευθέντες = WH Treg NA/NIV: || ἀπελθόντες = RP
πορευθέντες εἰς τὰς κύκλῳ κώμας
 καὶ = WH NA/NIV: || καὶ τοὺς = Treg RP
καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς
 ὑμεῖς φαγεῖν = Treg NA/NIV RP: || φαγεῖν ὑμεῖς = WH
ὑμεῖς φαγεῖν ⸃. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον
 ἄρτοι πέντε = WH NA/NIV: || πέντε ἄρτοι = Treg RP
ἄρτοι πέντε ⸃ καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας
 ὡσεὶ = WH Treg NA/NIV: || [omit] = RP
ὡσεὶ ἀνὰ πεντήκοντα.
15 καὶ ἐποίησαν οὕτως καὶ
 κατέκλιναν = WH Treg NA/NIV: || ἀνέκλιναν = RP
κατέκλιναν ἅπαντας.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς
 παραθεῖναι = WH Treg NA/NIV: || παρατιθέναι = RP
παραθεῖναι τῷ ὄχλῳ.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.

18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με
 οἱ ὄχλοι λέγουσιν = WH Treg: || λέγουσιν οἱ ὄχλοι = NA/NIV RP
οἱ ὄχλοι λέγουσιν ⸃ εἶναι;
19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
 Πέτρος δὲ ἀποκριθεὶς = WH Treg NA/NIV: || Ἀποκριθεὶς δὲ ὁ Πέτρος = RP
Πέτρος δὲ ἀποκριθεὶς ⸃ εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.

21  δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ
 λέγειν = WH Treg NA/NIV: || εἰπεῖν = RP
λέγειν τοῦτο,
22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ
 ἐγερθῆναι = WH Treg NA/NIV: || ἀναστῆναι = RP
ἐγερθῆναι.

23 Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου
 ἔρχεσθαι ἀρνησάσθω = WH Treg NA/NIV: || ἐλθεῖν ἀπαρνησάσθω = RP
ἔρχεσθαι, ἀρνησάσθω ⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ
 καθ᾽ ἡμέραν = WH Treg NA/NIV: || [omit] = RP
καθ᾽ ἡμέραν ⸃, καὶ ἀκολουθείτω μοι.
24 ὃς γὰρ
 ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ζημιωθείς; 26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν
 αὐτοῦ = WH Treg NA/NIV: || ὧδε = RP
αὐτοῦ
 ἑστηκότων = WH NA/NIV: || ἑστώτων = Treg RP
ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.

28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32  δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς λέγει.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ
 ἐπεσκίαζεν = WH Treg NA/NIV: || ἐπεσκίασεν = RP
ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ
 εἰσελθεῖν αὐτοὺς = WH Treg NA/NIV: || ἐκείνους εἰσελθεῖν = RP
εἰσελθεῖν αὐτοὺς ⸃ εἰς τὴν νεφέλην.
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν υἱός μου
 ἐκλελεγμένος = WH Treg NA/NIV: || ἀγαπητός = RP
ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν
 εὑρέθη = WH Treg NA/NIV: || εὑρέθη ὁ = RP
εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.

37 Ἐγένετο
 δὲ = WH NA/NIV: || δὲ ἐν = Treg RP
δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου
 ἐβόησεν = WH Treg NA/NIV: || ἀνεβόησεν = RP
ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής
 μοί ἐστιν = WH Treg NA/NIV: || ἐστίν μοι = RP
μοί ἐστιν ⸃,
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ
 μόγις = Treg NA/NIV RP: || μόλις = WH
μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν·
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε
 ὧδε τὸν υἱόν σου = WH Treg NA/NIV: || τὸν υἱόν σου ὧδε = RP
ὧδε τὸν υἱόν σου ⸃.
42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.

Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς
 ἐποίει = WH Treg NA/NIV: || ἐποίησεν ὁ Ἰησοῦς = RP
ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.

46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47  δὲ Ἰησοῦς
 εἰδὼς = WH NA/NIV: || ἰδὼν = Treg RP
εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος
 παιδίον = WH Treg NA/NIV: || παιδίου = RP
παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ,
48 καὶ εἶπεν αὐτοῖς· Ὃς
 ἂν = WH: || ἐὰν = Treg NA/NIV RP
ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς
 ἂν = WH NA/NIV: || ἐὰν = Treg RP
ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός
 ἐστιν = WH Treg NA/NIV: || ἔσται = RP
ἐστιν μέγας.

49 Ἀποκριθεὶς
 δὲ = WH Treg NA/NIV: || δὲ ὁ = RP
δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα
 ἐν = WH Treg NA/NIV: || ἐπὶ = RP
ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ
 ἐκωλύομεν = WH NA/NIV: || ἐκωλύσαμεν = Treg RP
ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
50 
 εἶπεν δὲ = WH Treg NA/NIV: || Καὶ εἶπεν = RP
εἶπεν δὲ ⸃ πρὸς αὐτὸν
 ὁ = Treg NA/NIV RP: || [omit] = WH
Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ᾽
 ὑμῶν … ὑμῶν = WH Treg NA/NIV: || ἡμῶν … ἡμῶν = RP
ὑμῶν ὑπὲρ ὑμῶν ⸃ ἐστιν.

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ
 πρόσωπον = WH NA/NIV: || πρόσωπον αὐτοῦ = Treg RP
πρόσωπον
 ἐστήρισεν = WH Treg NA/NIV: || ἐστήριξεν = RP
ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν,
 ὡς = WH NA/NIV: || ὥστε = Treg RP
ὡς ἑτοιμάσαι αὐτῷ·
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ
 μαθηταὶ = WH NA/NIV: || μαθηταὶ αὐτοῦ = Treg RP
μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι
 αὐτούς = WH Treg NA/NIV: || αὐτούς ὡς καὶ Ἠλίας ἐποίησεν = RP
αὐτούς;
55 στραφεὶς δὲ ἐπετίμησεν
 αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς = RP
αὐτοῖς.
56 
 καὶ = WH Treg NA/NIV: || ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ = RP
καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

57 
 Καὶ = WH Treg NA/NIV: || Ἐγένετο δὲ = RP
Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν
 ἀπέρχῃ = WH Treg NA/NIV: || ἀπέρχῃ κύριε = RP
ἀπέρχῃ.
58 καὶ εἶπεν αὐτῷ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. δὲ εἶπεν·
 Κύριε = Treg NA/NIV RP: || [omit] = WH
Κύριε, ἐπίτρεψόν μοι
 ἀπελθόντι πρῶτον = NA/NIV RP: || πρῶτον ἀπελθόντι = WH Treg
ἀπελθόντι πρῶτον ⸃ θάψαι τὸν πατέρα μου.
60 εἶπεν δὲ
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ ὁ Ἰησοῦς = RP
αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπεν δὲ
 ὁ Ἰησοῦς = NIV: || πρὸς αὐτὸν ὁ Ἰησοῦς = WH NA; || ὁ Ἰησοῦς πρὸς αὐτὸν = Treg RP
Ἰησοῦς ⸃· Οὐδεὶς ἐπιβαλὼν τὴν
 χεῖρα = WH NA/NIV: || χεῖρα αὐτοῦ = Treg RP
χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν
 τῇ βασιλείᾳ = WH Treg NA/NIV: || εἰς τὴν βασιλείαν = RP
τῇ βασιλείᾳ ⸃ τοῦ θεοῦ.

Copyright information for SBLG