Mark 8

Ἐν ἐκείναις ταῖς ἡμέραις
 πάλιν πολλοῦ = WH Treg NA/NIV: || παμπόλλου = RP
πάλιν πολλοῦ ⸃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν,
 προσκαλεσάμενος = WH Treg NA/NIV: || προσκαλεσάμενος ὁ Ἰησοῦς = RP
προσκαλεσάμενος τοὺς
 μαθητὰς = WH Treg NA/NIV: || μαθητὰς αὐτοῦ = RP
μαθητὰς λέγει αὐτοῖς·
Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ·
 καί τινες = WH Treg NA/NIV: || τινὲς γὰρ = RP
καί τινες ⸃ αὐτῶν
 ἀπὸ = WH Treg NA/NIV: || [omit] = RP
ἀπὸ μακρόθεν
 ἥκασιν = Treg NA/NIV: || εἰσίν = WH; || ἥκουσιν = RP
ἥκασιν.
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
καὶ
 ἠρώτα = WH Treg NA/NIV: || ἐπηρώτα = RP
ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά.
καὶ
 παραγγέλλει = WH Treg NA/NIV: || παρήγγειλεν = RP
παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα
 παρατιθῶσιν = WH Treg NA/NIV: || παραθῶσιν = RP
παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας
 αὐτὰ = WH Treg NA/NIV: || [omit] = RP
αὐτὰ εἶπεν
 καὶ ταῦτα παρατιθέναι = WH Treg NA/NIV: || παραθεῖναι καὶ αὐτά = RP
καὶ ταῦτα παρατιθέναι ⸃.
 καὶ ἔφαγον = WH Treg NA/NIV: || Ἔφαγον δέ = RP
καὶ ἔφαγον ⸃ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
ἦσαν
 δὲ = WH NA/NIV: || δὲ οἱ φαγόντες = Treg RP
δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
10 καὶ
 εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί γενεὰ αὕτη
 ζητεῖ σημεῖον = WH Treg NA/NIV: || σημεῖον ἐπιζητεῖ = RP
ζητεῖ σημεῖον ⸃; ἀμὴν λέγω
 ὑμῖν = Treg NA/NIV RP: || [omit] = WH
ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 καὶ ἀφεὶς αὐτοὺς
 πάλιν ἐμβὰς = WH NA: || πάλιν ἐμβὰς εἰς πλοῖον = Treg; || ἐμβὰς πάλιν εἰς τὸ πλοῖον = NIV; || ἐμβὰς πάλιν εἰς πλοῖον = RP
πάλιν ἐμβὰς ⸃ ἀπῆλθεν εἰς τὸ πέραν.

14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς
 ἀλλήλους = WH Treg NA: || ἀλλήλους λέγοντες = NIV RP
ἀλλήλους ὅτι ἄρτους οὐκ
 ἔχουσιν = WH Treg NA: || ἔχομεν = NIV RP
ἔχουσιν.
17 καὶ
 γνοὺς = WH NA: || γνοὺς ὁ Ἰησοῦς = Treg NIV RP
γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε;
 πεπωρωμένην = WH Treg NA/NIV: || Ἔτι πεπωρωμένην = RP
πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους
 κλασμάτων πλήρεις = WH Treg NA/NIV: || πλήρεις κλασμάτων = RP
κλασμάτων πλήρεις ⸃ ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα.
20 ὅτε
 καὶ = NIV: || [omit] = WH NA; || δὲ = Treg RP
καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;
 καὶ λέγουσιν αὐτῷ = WH NA/NIV: || οἱ δὲ εἶπον = Treg RP
καὶ λέγουσιν αὐτῷ ⸃· Ἑπτά.
21 καὶ ἔλεγεν αὐτοῖς·
 Οὔπω = WH NA/NIV: || Πῶς = Treg; || Πῶς οὐ = RP
Οὔπω συνίετε;

22 Καὶ
 ἔρχονται = WH Treg NA/NIV: || ἔρχεται = RP
ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ
 ἐξήνεγκεν = WH Treg NA/NIV: || ἐξήγαγεν = RP
ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι
 βλέπεις = WH NA/NIV: || βλέπει = Treg RP
βλέπεις;
24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν
 ἐπέθηκεν = NA/NIV RP: || ἔθηκεν = WH Treg
ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ
 διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν = WH Treg NA/NIV: || ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν = RP
διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν ⸃ τηλαυγῶς
 ἅπαντα = WH Treg NA/NIV: || ἅπαντας = RP
ἅπαντα.
26 καὶ ἀπέστειλεν αὐτὸν
 εἰς = WH Treg NA/NIV: || εἰς τὸν = RP
εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην
 εἰσέλθῃς = WH NA/NIV: || εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ = Treg RP
εἰσέλθῃς.

27 Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ
 εἶπαν αὐτῷ λέγοντες = WH NA/NIV: || ἀπεκρίθησαν αὐτῷ λέγοντες = Treg; || ἀπεκρίθησαν = RP
εἶπαν αὐτῷ λέγοντες ⸃
 ὅτι = WH NA/NIV: || [omit] = Treg RP
ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ
 ὅτι εἷς = WH Treg NA/NIV: || ἕνα = RP
ὅτι εἷς ⸃ τῶν προφητῶν.
29 καὶ αὐτὸς
 ἐπηρώτα αὐτούς = WH Treg NA/NIV: || λέγει αὐτοῖς = RP
ἐπηρώτα αὐτούς ⸃· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
 ἀποκριθεὶς = WH Treg NA/NIV: || ἀποκριθεὶς δὲ = RP
ἀποκριθεὶς Πέτρος λέγει αὐτῷ· Σὺ εἶ χριστός.
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι
 ὑπὸ = WH Treg NA/NIV: || ἀπὸ = RP
ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος
 ὁ Πέτρος αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν ὁ Πέτρος = RP
Πέτρος αὐτὸν ⸃ ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33  δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν
 Πέτρῳ = WH Treg NA/NIV: || τῷ Πέτρῳ = RP
Πέτρῳ
 καὶ λέγει = WH Treg NA/NIV: || λέγων = RP
καὶ λέγει ⸃· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς·
 Εἴ τις = WH Treg NA/NIV: || Ὅστις = RP
Εἴ τις ⸃ θέλει ὀπίσω μου
 ἐλθεῖν = WH: || ἀκολουθεῖν = Treg NA/NIV RP
ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
35 ὃς γὰρ
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν θέλῃ τὴν
 ψυχὴν αὐτοῦ = Treg NA/NIV RP: || ἑαυτοῦ ψυχὴν = WH
ψυχὴν αὐτοῦ ⸃ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν
 ἀπολέσει = WH Treg NA/NIV: || ἀπολέσῃ = RP
ἀπολέσει τὴν
 ψυχὴν αὐτοῦ = Treg NA/NIV RP: || ἑαυτοῦ ψυχὴν = WH
ψυχὴν αὐτοῦ ⸅ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου
 σώσει = WH Treg NA/NIV: || οὗτος σώσει = RP
σώσει αὐτήν.
36 τί γὰρ
 ὠφελεῖ = WH NA/NIV: || ὠφελήσει = Treg RP
ὠφελεῖ
 ἄνθρωπον = WH NA/NIV RP: || τὸν ἄνθρωπον = Treg
ἄνθρωπον
 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι = WH NA/NIV: || ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ = Treg RP
κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι ⸃ τὴν ψυχὴν αὐτοῦ;
37 
 τί γὰρ = WH Treg NA/NIV: || Ἢ τί = RP
τί γὰρ ⸃
 δοῖ = WH Treg NA/NIV: || δώσει = RP
δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Copyright information for SBLG