Matthew 12

1Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ. 3 δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε
 ἐπείνασεν = WH Treg NA/NIV: || ἐπείνασεν αὐτὸς = RP
ἐπείνασεν καὶ οἱ μετ᾽ αὐτοῦ;
4πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως
 ἔφαγον, ὃ = WH NA/NIV: || ἔφαγεν, ὃ = Treg; || ἔφαγεν οὓς = RP
ἔφαγον, ὃ ⸃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
5 οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν; 6λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8κύριος γάρ ἐστιν τοῦ σαββάτου υἱὸς τοῦ ἀνθρώπου.

9Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· 10καὶ ἰδοὺ
 ἄνθρωπος = WH Treg NA/NIV: || ἄνθρωπος ἦν τὴν = RP
ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν
 θεραπεύειν = WH Treg RP: || θεραπεῦσαι = NA/NIV
θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
11 δὲ εἶπεν αὐτοῖς· Τίς
 ἔσται = WH NA/NIV RP: || [omit] = Treg
ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. 13τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν
 σου τὴν χεῖρα = WH Treg NA/NIV: || τὴν χεῖρά σου = RP
σου τὴν χεῖρα ⸃· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἄλλη.
14
 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι … αὐτοῦ = WH Treg NA/NIV: || Οἱ δὲ Φαρισαῖοι … αὐτοῦ ἐξελθόντες = RP
ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ⸃ ὅπως αὐτὸν ἀπολέσωσιν.

15 δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν
 αὐτῷ = WH NIV: || αὐτῷ ὄχλοι = Treg RP NA
αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
16καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν, 17
 ἵνα = WH Treg NA/NIV: || ὅπως = RP
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
18Ἰδοὺ παῖς μου ὃν ᾑρέτισα, ἀγαπητός μου
 εἰς ὃν = NA/NIV RP: || ὃν = WH; || ἐν ᾧ = Treg
εἰς ὃν ⸃ εὐδόκησεν ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. 20κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. 21καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

22Τότε
 προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός = Treg RP NA: || προσήνεγκαν αὐτῷ δαιμονιζόμενον τυφλὸν καὶ κωφόν = WH NIV
προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός ⸃· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν
 κωφὸν = WH Treg NA/NIV: || τυφλὸν καὶ κωφὸν καὶ = RP
κωφὸν λαλεῖν καὶ βλέπειν.
23καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν υἱὸς Δαυίδ; 24οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. 25εἰδὼς
 δὲ = WH Treg NA/NIV: || δὲ ὁ Ἰησοῦς = RP
δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.
26καὶ εἰ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται βασιλεία αὐτοῦ; 27καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ
 κριταὶ ἔσονται ὑμῶν = WH Treg NA/NIV: || ὑμῶν ἔσονται κριταί = RP
κριταὶ ἔσονται ὑμῶν ⸃.
28εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ. 29 πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ
 ἁρπάσαι = WH Treg NA/NIV: || διαρπάσαι = RP
ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ
 διαρπάσει = WH Treg RP NA: || διαρπάσῃ = NIV
διαρπάσει.
30 μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει. 31διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, δὲ τοῦ πνεύματος βλασφημία οὐκ
 ἀφεθήσεται = WH Treg NA/NIV: || ἀφεθήσεται τοῖς ἀνθρώποις = RP
ἀφεθήσεται.
32καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν
 τούτῳ τῷ = WH Treg NA/NIV: || τῷ νῦν = RP
τούτῳ τῷ ⸃ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

33 ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. 34γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 35 ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. 36λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν
 λαλήσουσιν = WH Treg NA/NIV: || ἐὰν λαλήσωσιν = RP
λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
37ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.

38Τότε ἀπεκρίθησαν
 αὐτῷ = WH Treg NA/NIV: || [omit] = RP
αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. 42βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.

43Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44τότε λέγει·
 Εἰς τὸν οἶκόν μου ἐπιστρέψω = WH Treg NA/NIV: || Ἐπιστρέψω εἰς τὸν οἶκόν μου = RP
Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ⸃ ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν
 εὑρίσκει = WH Treg RP NA: || εὑρίσκει τὸν οἶκόν = NIV
εὑρίσκει
 σχολάζοντα = Treg NA/NIV RP: || σχολάζοντα καὶ = WH
σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
45τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.

46Ἔτι
 δὲ = RP: || [omit] = WH Treg NA/NIV
δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
47
 εἶπεν … λαλῆσαι = Treg NA/NIV RP: || [omit] = WH
εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι. ⸃
48 δὲ ἀποκριθεὶς εἶπεν τῷ
 λέγοντι = WH Treg NA/NIV: || εἰπόντι = RP
λέγοντι αὐτῷ· Τίς ἐστιν μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
49καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 50ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Copyright information for SBLG