Matthew 13

 Ἐν = WH Treg NA/NIV: || Ἐν δὲ = RP
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς
 τῆς = WH Treg NA/NIV: || ἀπὸ τῆς = RP
τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν
 εἰς = WH Treg NA/NIV: || εἰς τὸ = RP
εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν σπείρων τοῦ σπείρειν. καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ
 ἐλθόντα τὰ πετεινὰ = WH NA/NIV: || ἦλθεν τὰ πετεινὰ καὶ = RP; || ἦλθον τὰ πετεινὰ καὶ = Treg
ἐλθόντα τὰ πετεινὰ ⸃ κατέφαγεν αὐτά.
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ
 ἔπνιξαν = NA/NIV: || ἀπέπνιξαν = WH Treg RP
ἔπνιξαν αὐτά.
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, μὲν ἑκατὸν δὲ ἑξήκοντα δὲ τριάκοντα. ἔχων
 ὦτα = WH NA/NIV: || ὦτα ἀκούειν = Treg RP
ὦτα ἀκουέτω.

10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11  δὲ ἀποκριθεὶς εἶπεν
 αὐτοῖς = Treg RP NA: || [omit] = WH NIV
αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν· 14 καὶ ἀναπληροῦται αὐτοῖς προφητεία Ἠσαΐου λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15 ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι
 ἀκούουσιν = WH Treg NA/NIV: || ἀκούει = RP
ἀκούουσιν.
17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν.

18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ
 σπείραντος = WH Treg NA/NIV: || σπείροντος = RP
σπείραντος.
19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20  δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22  δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ μέριμνα τοῦ αἰῶνος
 τούτου = RP: || [omit] = WH Treg NA/NIV
τούτου καὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
23  δὲ ἐπὶ τὴν
 καλὴν γῆν = WH Treg NA/NIV: || γῆν τὴν καλὴν = RP
καλὴν γῆν ⸃ σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ
 συνιείς = WH Treg NA/NIV: || συνιών = RP
συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ μὲν ἑκατὸν δὲ ἑξήκοντα δὲ τριάκοντα.

24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ
 σπείραντι = WH Treg NA/NIV: || σπείροντι = RP
σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ
 ἐπέσπειρεν = WH Treg NA/NIV: || ἔσπειρεν = RP
ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
26 ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα
 ἔσπειρας = WH NA/NIV RP: || ἔσπειρες = Treg
ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
28  δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ
 δοῦλοι αὐτῷ λέγουσιν = Treg: || αὐτῷ λέγουσιν = WH; || δουλοι λεγουσιν αυτω = NA/NIV; || δουλοι ειπον αυτω = RP
δοῦλοι αὐτῷ λέγουσιν ⸃· Θέλεις οὖν ἀπελθόντες
 συλλέξωμεν = WH Treg NA/NIV: || συλλέξομεν = RP
συλλέξωμεν αὐτά;
29  δέ
 φησιν = WH Treg NA/NIV: || ἔφη = RP
φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·
30 ἄφετε συναυξάνεσθαι ἀμφότερα
 μέχρι = RP: || ἕως = WH Treg NA/NIV
μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον
 συναγάγετε = NA/NIV RP: || συνάγετε = WH Treg
συναγάγετε εἰς τὴν ἀποθήκην μου.

31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32  μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.

33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ
 ἐνέκρυψεν = WH Treg NA/NIV: || ἔκρυψεν = RP
ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

34 Ταῦτα πάντα ἐλάλησεν Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς
 οὐδὲν = WH Treg NA/NIV: || οὐκ = RP
οὐδὲν ἐλάλει αὐτοῖς·
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ
 καταβολῆς = WH Treg: || καταβολῆς κόσμου = NA/NIV RP
καταβολῆς.

36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν
 οἰκίαν = WH Treg NA/NIV: || οἰκίαν ὁ Ἰησοῦς = RP
οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες·
 Διασάφησον = WH Treg NA/NIV: || Φράσον = RP
Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
37  δὲ ἀποκριθεὶς
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν αὐτοῖς = RP
εἶπεν· σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου·
38  δὲ ἀγρός ἐστιν κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39  δὲ ἐχθρὸς σπείρας αὐτά ἐστιν διάβολος· δὲ θερισμὸς συντέλεια
 αἰῶνός = WH Treg NA/NIV: || τοῦ αἰῶνός = RP
αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ
 καίεται = Treg RP: || κατακαίεται = WH NA/NIV
καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ
 αἰῶνος = WH Treg NA/NIV: || αἰῶνος τούτου = RP
αἰῶνος·
41 ἀποστελεῖ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχων
 ὦτα = WH NA/NIV: || ὦτα ἀκούειν = Treg RP
ὦτα ἀκουέτω.

44 
 Ὁμοία = WH Treg NA/NIV: || Πάλιν ὁμοία = RP
Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ
 πωλεῖ πάντα ὅσα ἔχει = Treg NA/NIV: || πωλεῖ ὅσα ἔχει = WH; || πάντα ὅσα ἔχει πωλεῖ = RP
πωλεῖ πάντα ὅσα ἔχει ⸃ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

45 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν
 ἀνθρώπῳ = Treg NA/NIV RP: || [omit] = WH
ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
46 
 εὑρὼν δὲ = WH Treg NA/NIV: || ὃς εὑρὼν = RP
εὑρὼν δὲ ⸃ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

47 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς
 ἄγγη = WH Treg NA/NIV: || ἀγγεῖα = RP
ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.

51 
 Συνήκατε = WH Treg NA: || Λέγει αὐτοῖς ὁ Ἰησοῦς Συνήκατε = NIV RP
Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ·
 Ναί = WH Treg NA/NIV: || Ναί κύριε = RP
Ναί.
52  δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς
 τῇ βασιλείᾳ = WH Treg NA/NIV: || εἰς τὴν βασιλείαν = RP
τῇ βασιλείᾳ ⸃ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός;
 οὐχ = WH Treg NA/NIV: || Οὐχί = RP
οὐχ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ
 Ἰωσὴφ = WH Treg NA/NIV: || Ἰωσῆς = RP
Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;
56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ
 πατρίδι = WH Treg NA/NIV: || πατρίδι αὐτοῦ = RP
πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

Copyright information for SBLG