Matthew 14

1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3 γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν
 αὐτὸν = Treg NA/NIV RP: || [omit] = WH
αὐτὸν καὶ
 ἐν φυλακῇ ἀπέθετο = WH NA/NIV: || ἐν τῇ φυλακῇ ἀπέθετο = Treg; || ἔθετο ἐν φυλακῇ = RP
ἐν φυλακῇ ἀπέθετο ⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ,
4ἔλεγεν γὰρ
 αὐτῷ ὁ Ἰωάννης = RP: || ὁ Ἰωάννης αὐτῷ = WH NA/NIV; || ὁ Ἰωάννης = Treg
αὐτῷ Ἰωάννης ⸃· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·
5καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6
 γενεσίοις δὲ γενομένοις = WH Treg NA/NIV: || Γενεσίων δὲ ἀγομένων = RP
γενεσίοις δὲ γενομένοις ⸃ τοῦ Ἡρῴδου ὠρχήσατο θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,
7ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν αἰτήσηται.
8 δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9καὶ
 λυπηθεὶς ὁ βασιλεὺς διὰ = WH Treg NA/NIV: || ἐλυπήθη ὁ βασιλεύς διὰ δὲ = RP
λυπηθεὶς βασιλεὺς διὰ ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,
10καὶ πέμψας ἀπεκεφάλισεν
 τὸν = NA/NIV RP: || [omit] = WH Treg
τὸν Ἰωάννην ἐν τῇ φυλακῇ·
11καὶ ἠνέχθη κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ
 πτῶμα = WH Treg NA/NIV: || σῶμα = RP
πτῶμα καὶ ἔθαψαν
 αὐτόν = WH Treg NA: || αὐτό = NIV RP
αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

13
 Ἀκούσας δὲ = WH Treg NA/NIV: || Καὶ ἀκούσας = RP
Ἀκούσας δὲ ⸃ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
14καὶ
 ἐξελθὼν = WH Treg NA/NIV: || ἐξελθὼν ὁ Ἰησοῦς = RP
ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
15ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ
 μαθηταὶ = WH Treg NA/NIV: || μαθηταὶ αὐτοῦ = RP
μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν τόπος καὶ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 δὲ εἶπεν· Φέρετέ μοι
 ὧδε αὐτούς = WH Treg NA/NIV: || αὐτοὺς ὧδε = RP
ὧδε αὐτούς ⸃.
19καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ
 τοῦ χόρτου = WH Treg NA/NIV: || τοὺς χόρτους = RP
τοῦ χόρτου ⸃, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

22Καὶ εὐθέως
 ἠνάγκασεν = WH Treg NA/NIV: || ἠνάγκασεν ὁ Ἰησοῦς = RP
ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι
 εἰς = WH Treg: || εἰς τὸ = NA/NIV RP
εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
23καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24τὸ δὲ πλοῖον ἤδη
 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν = WH Treg NA/NIV: || μέσον τῆς θαλάσσης ἦν = RP
σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν ⸃, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ἄνεμος.
25τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς
 ἦλθεν = WH Treg NA: || ἀπῆλθεν = NIV RP
ἦλθεν πρὸς
 αὐτοὺς = WH Treg NA/NIV: || αὐτοὺς ὁ Ἰησοῦς = RP
αὐτοὺς περιπατῶν ἐπὶ
 τὴν θάλασσαν = WH Treg NA/NIV: || τῆς θαλάσσης = RP
τὴν θάλασσαν ⸃.
26
 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν = WH NA/NIV: || καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ = Treg RP
οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ⸃ ἐπὶ
 τῆς θαλάσσης = WH Treg NA/NIV: || τὴν θάλασσαν = RP
τῆς θαλάσσης ⸃ περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27
 εὐθὺς = WH Treg NA/NIV: || Εὐθέως = RP
εὐθὺς δὲ ἐλάλησεν
 αὐτοῖς ὁ Ἰησοῦς = Treg RP: || ὁ Ἰησοῦς αὐτοῖς = WH NA/NIV
αὐτοῖς Ἰησοῦς ⸃ λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

28Ἀποκριθεὶς δὲ
 αὐτῷ ὁ Πέτρος εἶπεν = Treg NA/NIV RP: || ὁ Πέτρος εἶπεν αὐτῷ = WH
αὐτῷ Πέτρος εἶπεν ⸃· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με
 ἐλθεῖν πρὸς σὲ = WH Treg NA/NIV: || πρός σε ἐλθεῖν = RP
ἐλθεῖν πρὸς σὲ ⸃ ἐπὶ τὰ ὕδατα·
29 δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ
 πλοίου = WH Treg: || πλοίου ὁ = NA/NIV RP
πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα
 καὶ ἦλθεν = WH NA/NIV: || ἐλθεῖν = Treg RP
καὶ ἦλθεν ⸃ πρὸς τὸν Ἰησοῦν.
30βλέπων δὲ τὸν ἄνεμον
 ἰσχυρὸν = Treg RP NA: || [omit] = WH NIV
ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με.
31εὐθέως δὲ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32καὶ
 ἀναβάντων = WH Treg NA/NIV: || ἐμβάντων = RP
ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ἄνεμος.
33οἱ δὲ ἐν τῷ
 πλοίῳ = WH NA/NIV: || πλοίῳ ἐλθόντες = Treg RP
πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

34Καὶ διαπεράσαντες ἦλθον
 ἐπὶ τὴν γῆν εἰς = WH Treg NA/NIV: || εἰς τὴν γῆν = RP
ἐπὶ τὴν γῆν εἰς ⸃ Γεννησαρέτ.
35καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Copyright information for SBLG