Matthew 23

1Τότε Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3πάντα οὖν ὅσα
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν εἴπωσιν ὑμῖν
 ποιήσατε καὶ τηρεῖτε = WH Treg NA/NIV: || τηρεῖν τηρεῖτε καὶ ποιεῖτε = RP
ποιήσατε καὶ τηρεῖτε ⸃, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4δεσμεύουσιν
 δὲ = WH Treg NA/NIV: || γὰρ = RP
δὲ φορτία
 βαρέα = WH NIV: || βαρέα καὶ δυσβάστακτα = Treg RP NA
βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων,
 αὐτοὶ δὲ τῷ = WH Treg NA/NIV: || τῷ δὲ = RP
αὐτοὶ δὲ τῷ ⸃ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
5πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ
 κράσπεδα = WH Treg NA: || κράσπεδα τῶν ἱματίων αὐτῶν = NIV RP
κράσπεδα,
6φιλοῦσι
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων·
 Ῥαββί = WH Treg NA/NIV: || Ῥαββί Ῥαββί = RP
Ῥαββί.
8ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν
 διδάσκαλος = WH Treg NA/NIV: || καθηγητής ὁ χριστός = RP
διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε·
9καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν
 ὑμῶν ὁ πατὴρ = WH Treg NA/NIV: || ὁ πατὴρ ὑμῶν = RP
ὑμῶν πατὴρ ⸃
 οὐράνιος = WH Treg NA/NIV: || ἐν τοῖς οὐρανοῖς = RP
οὐράνιος·
10μηδὲ κληθῆτε καθηγηταί,
 ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς = WH Treg NA/NIV: || εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής = RP
ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ⸃ χριστός·
11 δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν
 ὑψωθήσεται = WH Treg NA/NIV: || ὑψωθήσεται 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number = SBL v. 13 as 14) RP
ὑψωθήσεται.

13Οὐαὶ
 δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε
 εἰσελθεῖν = WH Treg NA/NIV RP: || εἰσελθεῖν 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα = TR
εἰσελθεῖν.
15Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.

16Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, χρυσὸς ναὸς
 ἁγιάσας = WH Treg NA/NIV: || ἁγιάζων = RP
ἁγιάσας τὸν χρυσόν;
18καί· Ὃς
 ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει.
19
 τυφλοί = WH Treg NA/NIV: || Μωροὶ καὶ τυφλοί = RP
τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21καὶ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ
 κατοικοῦντι = WH NA/NIV: || κατοικήσαντι = Treg RP
κατοικοῦντι αὐτόν·
22καὶ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.

23Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ
 τὸ ἔλεος = WH Treg NA/NIV: || τὸν ἔλεον = RP
τὸ ἔλεος ⸃ καὶ τὴν πίστιν·
 ταῦτα = NIV RP: || ταῦτα δὲ = WH Treg NA
ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ
 ἀφιέναι = WH NA/NIV RP: || ἀφεῖναι = Treg
ἀφιέναι.
24ὁδηγοὶ τυφλοί,
 οἱ = Treg NA/NIV RP: || [omit] = WH
οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.

25Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ
 ἀκρασίας = WH Treg NA/NIV: || ἀδικίας = RP
ἀκρασίας.
26Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου
 καὶ τῆς παροψίδος = WH Treg NIV RP: || [omit] = WHmarg NA
καὶ τῆς παροψίδος ⸃, ἵνα γένηται καὶ τὸ ἐκτὸς
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτῶν = RP
αὐτοῦ καθαρόν.

27Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι
 παρομοιάζετε = WH NA/NIV RP: || ὁμοιάζετε = Treg
παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·
28οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ
 ἐστε μεστοὶ = WH Treg NA/NIV: || μεστοί ἐστε = RP
ἐστε μεστοὶ ⸃ ὑποκρίσεως καὶ ἀνομίας.

29Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30καὶ λέγετε· Εἰ
 ἤμεθα = WH Treg NA/NIV: || ἦμεν = RP
ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν
 ἤμεθα = WH Treg NA/NIV: || ἦμεν = RP
ἤμεθα
 αὐτῶν κοινωνοὶ = WH Treg NA/NIV: || κοινωνοὶ αὐτῶν = RP
αὐτῶν κοινωνοὶ ⸃ ἐν τῷ αἵματι τῶν προφητῶν·
31ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς·
 ἐξ = WH Treg NA/NIV: || καὶ ἐξ = RP
ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
35ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36ἀμὴν λέγω ὑμῖν,
 ἥξει = WH Treg NA/NIV: || ὅτι ἥξει = RP
ἥξει
 ταῦτα πάντα = WH NA/NIV: || πάντα ταῦτα = Treg RP
ταῦτα πάντα ⸃ ἐπὶ τὴν γενεὰν ταύτην.

37Ἰερουσαλὴμ Ἰερουσαλήμ,
 ἀποκτείνουσα = WH Treg NA/NIV: || ἀποκτένουσα = RP
ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον
 ὄρνις ἐπισυνάγει = WH Treg NA/NIV: || ἐπισυνάγει ὄρνις = RP
ὄρνις ἐπισυνάγει ⸃ τὰ νοσσία
 αὐτῆς = WH Treg NA/NIV: || ἑαυτῆς = RP
αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
38ἰδοὺ ἀφίεται ὑμῖν οἶκος ὑμῶν
 ἔρημος = Treg NA/NIV RP: || [omit] = WH
ἔρημος.
39λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Copyright information for SBLG