Matthew 9

Καὶ
 ἐμβὰς = WH Treg RP NA: || ἐμβὰς ὁ Ἰησοῦς = NIV
ἐμβὰς
 εἰς = WH Treg NA/NIV: || εἰς τὸ = RP
εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον·
 ἀφίενταί = WH Treg NA/NIV: || ἀφέωνταί = RP
ἀφίενταί
 σου αἱ ἁμαρτίαι = WH Treg NA/NIV: || σοι αἱ ἁμαρτίαι σου = RP
σου αἱ ἁμαρτίαι ⸃.
καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. καὶ
 εἰδὼς = WH Treg NIV: || ἰδὼν = RP NA
εἰδὼς Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν·
 Ἱνατί = WH Treg NA/NIV: || Ἱνατί ὑμεῖς = RP
Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν·
 Ἀφίενταί = WH Treg NA/NIV: || Ἀφέωνταί = RP
Ἀφίενταί σου αἱ ἁμαρτίαι, εἰπεῖν·
 Ἔγειρε = WH Treg NA/NIV: || Ἔγειραι = RP
Ἔγειρε καὶ περιπάτει;
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ·
 Ἐγερθεὶς = NA/NIV RP: || Ἔγειρε = WH Treg
Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι
 ἐφοβήθησαν = WH Treg NA/NIV: || ἐθαύμασαν = RP
ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Καὶ παράγων Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ,
 καὶ = WH Treg RP NA: || [omit] = NIV
καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 καὶ ἰδόντες οἱ Φαρισαῖοι
 ἔλεγον = WH Treg NA/NIV: || εἶπον = RP
ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει διδάσκαλος ὑμῶν;
12 
 δὲ = WH NA/NIV: || δὲ Ἰησοῦς = Treg RP
δὲ ἀκούσας
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν αὐτοῖς = RP
εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες.
13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ
 ἁμαρτωλούς = WH Treg NA/NIV: || ἁμαρτωλούς εἰς μετάνοιαν = RP
ἁμαρτωλούς.

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν
 πολλά = Treg RP NA: || [omit] = WH NIV
πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
15 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ
 ἀπόλλυνται = WH Treg NA/NIV: || ἀπολοῦνται = RP
ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς
 ἐλθὼν = Treg NA/NIV RP: || προσελθὼν = WH
ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται.
19 καὶ ἐγερθεὶς Ἰησοῦς
 ἠκολούθει = WH Treg: || ἠκολούθησεν = NA/NIV RP
ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. 22  δὲ Ἰησοῦς
 στραφεὶς = WH Treg NA/NIV: || ἐπιστραφεὶς = RP
στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· πίστις σου σέσωκέν σε. καὶ ἐσώθη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 24 
 ἔλεγεν = WH Treg NA/NIV: || λέγει αὐτοῖς = RP
ἔλεγεν· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ.
25 ὅτε δὲ ἐξεβλήθη ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 καὶ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν
 αὐτῷ = Treg NA/NIV RP: || [omit] = WH
αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς,
 υἱὲ = WH RP: || υἱὸς = Treg NA/NIV
υἱὲ Δαυίδ.
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ
 ἐνεβριμήθη = WH Treg NA/NIV: || ἐνεβριμήσατο = RP
ἐνεβριμήθη αὐτοῖς Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω·
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ
 ἄνθρωπον = Treg NA/NIV RP: || [omit] = WH
ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

35 Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν
 μαλακίαν = WH Treg NA/NIV: || μαλακίαν ἐν τῷ λαῷ = RP
μαλακίαν.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι
 ὡσεὶ = WH NA/NIV RP: || ὡς = Treg
ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.
37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

Copyright information for SBLG