Revelation of John 10

1Καὶ εἶδον
 ἄλλον = WH Treg NA/NIV: || [omit] = RP
ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ
 τὴν κεφαλὴν = WH Treg: || τῆς κεφαλῆς = NA/NIV RP
τὴν κεφαλὴν ⸃ αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
2καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ
 βιβλαρίδιον = WH Treg NA/NIV: || βιβλίον = RP
βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. 5καὶ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, 6καὶ
 ὤμοσεν = RP: || ὤμοσεν ἐν = WH Treg NA/NIV
ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·
7ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς
 ἑαυτοῦ δούλους = WH Treg NA/NIV: || δούλους αὐτοῦ = RP
ἑαυτοῦ δούλους ⸃ τοὺς προφήτας.

8Καὶ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν
 λαλοῦσαν = WH Treg NA/NIV: || λαλοῦσα = RP
λαλοῦσαν μετ᾽ ἐμοῦ καὶ
 λέγουσαν = WH Treg NA/NIV: || λέγουσα = RP
λέγουσαν· Ὕπαγε λάβε τὸ
 βιβλίον = WH Treg NA/NIV: || βιβλιδάριον = RP
βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9καὶ
 ἀπῆλθα = WH NA/NIV: || ἀπῆλθον = Treg RP
ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ
 βιβλαρίδιον = WH Treg NA/NIV: || βιβλιδάριον = RP
βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
10καὶ ἔλαβον τὸ
 βιβλαρίδιον = WH Treg NA/NIV: || βιβλίον = RP
βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη κοιλία μου.

11Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς
 καὶ = WH Treg NA/NIV: || καὶ ἐπὶ = RP
καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.

Copyright information for SBLG