Revelation of John 11

1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων·
 Ἔγειρε = WH Treg NA/NIV: || Ἔγειραι = RP
Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
2καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε
 ἔξωθεν = WH Treg NA/NIV: || ἔξω = RP
ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας
 τεσσεράκοντα = Treg: || τεσσεράκοντα καὶ = WH NA/NIV RP
τεσσεράκοντα δύο.
3καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα,
 περιβεβλημένοι = NA/NIV RP: || περιβεβλημένους = WH Treg
περιβεβλημένοι σάκκους.

4Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς
 ἑστῶτες = WH Treg NA/NIV: || ἑστῶσαι = RP
ἑστῶτες.
5καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις
 θελήσῃ αὐτοὺς = WH NA/NIV: || αὐτοὺς θελήσῃ = Treg; || θέλει αὐτοὺς = RP
θελήσῃ αὐτοὺς ⸃ ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
6οὗτοι ἔχουσιν
 τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν = WH Treg NA/NIV: || τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι = RP
τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν ⸃, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν
 ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν = WH Treg NA/NIV: || ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ = RP
ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν ⸃.

7Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. 8καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ κύριος αὐτῶν ἐσταυρώθη. 9καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ
 ἀφίουσιν = WH Treg NA/NIV: || ἀφήσουσιν = RP
ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
10καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ᾽ αὐτοῖς καὶ
 εὐφραίνονται = WH Treg NA/NIV: || εὐφρανθήσονται = RP
εὐφραίνονται, καὶ δῶρα
 πέμψουσιν = WH Treg NA/NIV: || δώσουσιν = RP
πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

11Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν
 ἐν αὐτοῖς = WH Treg NA/NIV: || εἰς αὐτούς = RP
ἐν αὐτοῖς ⸃, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας
 ἐπέπεσεν = WH Treg NA/NIV: || ἔπεσεν = RP
ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς·
12καὶ
 ἤκουσαν = WH Treg NA/NIV: || ἤκουσα = RP
ἤκουσαν
 φωνῆς μεγάλης = WH Treg NA/NIV: || φωνὴν μεγάλην = RP
φωνῆς μεγάλης ⸃ ἐκ τοῦ οὐρανοῦ
 λεγούσης = WH Treg NA/NIV: || λέγουσαν = RP
λεγούσης αὐτοῖς·
 Ἀνάβατε = WH Treg NA/NIV: || Ἀνάβητε = RP
Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13καὶ ἐν ἐκείνῃ τῇ
 ὥρᾳ = WH Treg NA/NIV: || ἡμέρᾳ = RP
ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.

14 οὐαὶ δευτέρα ἀπῆλθεν·
 ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη = WH Treg NA/NIV: || ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ = RP
ἰδοὺ οὐαὶ τρίτη ⸃ ἔρχεται ταχύ.

15Καὶ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ
 λέγοντες = WH NA/NIV: || λέγουσαι = Treg RP
λέγοντες· Ἐγένετο βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

16Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ
 θεοῦ καθήμενοι = WH NA/NIV: || θεοῦ οἳ κάθηνται = Treg; || θρόνου τοῦ θεοῦ καθήμενοι = RP
θεοῦ καθήμενοι ⸃ ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,
17λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, θεός, παντοκράτωρ, ὢν καὶ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. 18καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ὀργή σου καὶ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου,
 τοὺς μικροὺς καὶ τοὺς μεγάλους = WH Treg NA/NIV: || τοῖς μικροῖς καὶ τοῖς μεγάλοις = RP
τοὺς μικροὺς καὶ τοὺς μεγάλους ⸃, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

19Καὶ ἠνοίγη ναὸς τοῦ θεοῦ
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῷ οὐρανῷ, καὶ ὤφθη κιβωτὸς τῆς διαθήκης
 αὐτοῦ = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ
 καὶ σεισμὸς = WH Treg NA/NIV: || [omit] = RP
καὶ σεισμὸς ⸃ καὶ χάλαζα μεγάλη.

Copyright information for SBLG