Revelation of John 12

1Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, 2καὶ ἐν γαστρὶ ἔχουσα·
 καὶ κράζει = WH NA/NIV: || κράζει = Treg; || ἔκραζεν = RP
καὶ κράζει ⸃ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.
3καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων
 μέγας πυρρός = WH NA/NIV: || πυρρὸς μέγας = Treg RP
μέγας πυρρός ⸃, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
4καὶ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. 5καὶ ἔτεκεν υἱόν,
 ἄρσεν = WH Treg NA/NIV: || ἄρρενα = RP
ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
6καὶ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον
 ἀπὸ = WH Treg NA/NIV: || ὑπὸ = RP
ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ
 τρέφωσιν = WH NA/NIV: || τρέφουσιν = Treg; || ἐκτρέφωσιν = RP
τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

7Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,
8καὶ οὐκ
 ἴσχυσεν = WH NA/NIV RP: || ἴσχυσαν = Treg
ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτῶν ἔτι ἐν τῷ φιλαδελφίαν
9καὶ ἐβλήθη δράκων μέγας, ὄφις ἀρχαῖος, καλούμενος Διάβολος καὶ
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Σατανᾶς, πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν.

10Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο σωτηρία καὶ δύναμις καὶ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη
 κατήγωρ = WH NA/NIV: || κατήγορος = Treg RP
κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, κατηγορῶν
 αὐτοὺς = WH NA/NIV: || αὐτῶν = Treg RP
αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
11καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12διὰ τοῦτο εὐφραίνεσθε,
 οἱ = NA/NIV: || [omit] = WH Treg RP
οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ
 τὴν γῆν καὶ τὴν θάλασσαν = WH Treg NA/NIV: || τῇ γῇ καὶ τῇ θαλάσσῃ = RP
τὴν γῆν καὶ τὴν θάλασσαν ⸃, ὅτι κατέβη διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

13Καὶ ὅτε εἶδεν δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. 14καὶ ἐδόθησαν τῇ γυναικὶ
 αἱ = WH Treg NA/NIV: || [omit] = RP
αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς,
 ὅπου τρέφεται = WH Treg NA/NIV: || ὅπως τρέφηται = RP
ὅπου τρέφεται ⸃ ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
15καὶ ἔβαλεν ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. 16καὶ ἐβοήθησεν γῆ τῇ γυναικί, καὶ ἤνοιξεν γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν δράκων ἐκ τοῦ στόματος αὐτοῦ· 17καὶ ὠργίσθη δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 18καὶ
 ἐστάθη = WH Treg NA/NIV: || ἐστάθην = RP
ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.

Copyright information for SBLG