Revelation of John 13

Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ
 ὀνόματα = WH Treg RP NA: || ὄνομα = NIV
ὀνόματα βλασφημίας.
καὶ τὸ θηρίον εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ
 ἐθαυμάσθη = WH Treg NA/NIV: || ἐθαύμασεν = RP
ἐθαυμάσθη
 ὅλη ἡ γῆ = WH NA/NIV RP: || ἐν ὅλῃ τῇ γῇ = Treg
ὅλη γῆ ⸃ ὀπίσω τοῦ θηρίου,
καὶ προσεκύνησαν τῷ δράκοντι
 ὅτι ἔδωκεν = WH Treg NA/NIV: || τῷ δεδωκότι = RP
ὅτι ἔδωκεν ⸃ τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς
 δύναται = WH Treg NA/NIV: || δύνατος = RP
δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ;

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ
 βλασφημίας = WH Treg NA/NIV: || βλασφημίαν = RP
βλασφημίας, καὶ ἐδόθη αὐτῷ
 ἐξουσία = WH Treg NA/NIV: || ἐξουσία πόλεμον = RP
ἐξουσία ποιῆσαι μῆνας
 τεσσεράκοντα = Treg RP: || τεσσεράκοντα καὶ = WH NA/NIV
τεσσεράκοντα δύο.
καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς
 βλασφημίας = WH Treg NA/NIV: || βλασφημίαν = RP
βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν
 αὐτὸν = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,
 οὗ = WH Treg NA/NIV: || ὧν = RP
οὗ οὐ γέγραπται τὸ ὄνομα
 αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις
 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν = WH NA/NIV: || εἰς αἰχμαλωσίαν = Treg; || ἔχει αἰχμαλωσίαν = RP
εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ⸃ ὑπάγει· εἴ τις ἐν μαχαίρῃ
 ἀποκτανθῆναι = NA/NIV: || ἀποκτενεῖ δεῖ = WH Treg RP
ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ὑπομονὴ καὶ πίστις τῶν ἁγίων.

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ
 ποιεῖ = WH Treg NA/NIV: || ἐποίει = RP
ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα
 προσκυνήσουσιν = WH Treg NA/NIV: || προσκυνήσωσιν = RP
προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 καὶ ποιεῖ σημεῖα μεγάλα,
 ἵνα καὶ πῦρ ποιῇ = WH Treg NA/NIV: || καὶ πῦρ ἵνα = RP
ἵνα καὶ πῦρ ποιῇ ⸃ ἐκ τοῦ οὐρανοῦ
 καταβαίνειν εἰς = WH Treg NA/NIV: || καταβαίνῃ ἐπὶ = RP
καταβαίνειν εἰς ⸃ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 καὶ πλανᾷ
 τοὺς = WH Treg NA/NIV: || τοὺς ἐμοὺς τοὺς = RP
τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ,
 ὃς ἔχει = WH Treg NA/NIV: || ὃ εἶχεν = RP
ὃς ἔχει ⸃ τὴν πληγὴν
 τῆς μαχαίρης καὶ ἔζησεν = WH Treg NA/NIV: || καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης = RP
τῆς μαχαίρης καὶ ἔζησεν ⸃.
15 καὶ ἐδόθη
 αὐτῷ = Treg NA/NIV RP: || αὐτῇ = WH
αὐτῷ
 δοῦναι πνεῦμα = WH Treg NA/NIV: || πνεῦμα δοῦναι = RP
δοῦναι πνεῦμα ⸃ τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ
 ἵνα = WH Treg NA/NIV: || [omit] = RP
ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν.
16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα
 δῶσιν = WH Treg NA/NIV: || δώσωσιν = RP
δῶσιν αὐτοῖς
 χάραγμα = WH Treg NA/NIV: || χαράγματα = RP
χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἐπὶ τὸ μέτωπον αὐτῶν,
17 καὶ ἵνα μή τις
 δύνηται = WH Treg NA/NIV: || δύναται = RP
δύνηται ἀγοράσαι πωλῆσαι εἰ μὴ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 ὧδε σοφία ἐστίν· ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ἀριθμὸς
 αὐτοῦ = WH NA/NIV: || αὐτοῦ ἐστὶν = Treg RP
αὐτοῦ
 ἑξακόσιοι ἑξήκοντα ἕξ = WH NA/NIV: || ἑξακόσια ἑξήκοντα ἕξ = RP; || χξϛʹ = Treg
ἑξακόσιοι ἑξήκοντα ἕξ ⸃.

Copyright information for SBLG